ἦ
καὶ
ἀκόντισε
δουρὶ
θοῶς
,
βάλε
δὲ
πρόμον
ἄνδρα
Αἰνείω
ἕταρον
μεγαθύμου
Δηϊκόωντα
Περγασίδην
,
ὃν
Τρῶες
ὁμῶς
Πριάμοιο
τέκεσσι
535
τῖον
,
ἐπεὶ
θοὸς
ἔσκε
μετὰ
πρώτοισι
μάχεσθαι
.
τόν
ῥα
κατʼ
ἀσπίδα
δουρὶ
βάλε
κρείων
Ἀγαμέμνων
·
ἣ
δʼ
οὐκ
ἔγχος
ἔρυτο
,
διὰ
πρὸ
δὲ
εἴσατο
χαλκός
,
νειαίρῃ
δʼ
ἐν
γαστρὶ
διὰ
ζωστῆρος
ἔλασσε
·
δούπησεν
δὲ
πεσών
,
ἀράβησε
δὲ
τεύχεʼ
ἐπʼ
αὐτῷ
.
540
ἔνθʼ
αὖτʼ
Αἰνείας
Δαναῶν
ἕλεν
ἄνδρας
ἀρίστους
υἷε
Διοκλῆος
Κρήθωνά
τε
Ὀρσίλοχόν
τε
,
τῶν
ῥα
πατὴρ
μὲν
ἔναιεν
ἐϋκτιμένῃ
ἐνὶ
Φηρῇ
ἀφνειὸς
βιότοιο
,
γένος
δʼ
ἦν
ἐκ
ποταμοῖο
Ἀλφειοῦ
,
ὅς
τʼ
εὐρὺ
ῥέει
Πυλίων
διὰ
γαίης
,
545
ὃς
τέκετʼ
Ὀρτίλοχον
πολέεσσʼ
ἄνδρεσσιν
ἄνακτα
·
Ὀρτίλοχος
δʼ
ἄρʼ
ἔτικτε
Διοκλῆα
μεγάθυμον
,
ἐκ
δὲ
Διοκλῆος
διδυμάονε
παῖδε
γενέσθην
,
Κρήθων
Ὀρσίλοχός
τε
μάχης
εὖ
εἰδότε
πάσης
.
τὼ
μὲν
ἄρʼ
ἡβήσαντε
μελαινάων
ἐπὶ
νηῶν
550
Ἴλιον
εἰς
εὔπωλον
ἅμʼ
Ἀργείοισιν
ἑπέσθην
,
τιμὴν
Ἀτρεΐδῃς
Ἀγαμέμνονι
καὶ
Μενελάῳ
ἀρνυμένω
·
τὼ
δʼ
αὖθι
τέλος
θανάτοιο
κάλυψεν
.
οἵω
τώ
γε
λέοντε
δύω
ὄρεος
κορυφῇσιν
ἐτραφέτην
ὑπὸ
μητρὶ
βαθείης
τάρφεσιν
ὕλης
·
555
τὼ
μὲν
ἄρʼ
ἁρπάζοντε
βόας
καὶ
ἴφια
μῆλα
σταθμοὺς
ἀνθρώπων
κεραΐζετον
,
ὄφρα
καὶ
αὐτὼ
ἀνδρῶν
ἐν
παλάμῃσι
κατέκταθεν
ὀξέϊ
χαλκῷ
·
τοίω
τὼ
χείρεσσιν
ὑπʼ
Αἰνείαο
δαμέντε
καππεσέτην
,
ἐλάτῃσιν
ἐοικότες
ὑψηλῇσι
.
560
τὼ
δὲ
πεσόντʼ
ἐλέησεν
ἀρηΐφιλος
Μενέλαος
,
βῆ
δὲ
διὰ
προμάχων
κεκορυθμένος
αἴθοπι
χαλκῷ
σείων
ἐγχείην
·
τοῦ
δʼ
ὄτρυνεν
μένος
Ἄρης
,
τὰ
φρονέων
ἵνα
χερσὶν
ὑπʼ
Αἰνείαο
δαμείη
.
τὸν
δʼ
ἴδεν
Ἀντίλοχος
μεγαθύμου
Νέστορος
υἱός
,
565
βῆ
δὲ
διὰ
προμάχων
·
περὶ
γὰρ
δίε
ποιμένι
λαῶν
μή
τι
πάθοι
,
μέγα
δέ
σφας
ἀποσφήλειε
πόνοιο
.
τὼ
μὲν
δὴ
χεῖράς
τε
καὶ
ἔγχεα
ὀξυόεντα
ἀντίον
ἀλλήλων
ἐχέτην
μεμαῶτε
μάχεσθαι
·
Ἀντίλοχος
δὲ
μάλʼ
ἄγχι
παρίστατο
ποιμένι
λαῶν
.
570
Αἰνείας
δʼ
οὐ
μεῖνε
θοός
περ
ἐὼν
πολεμιστὴς
ὡς
εἶδεν
δύο
φῶτε
παρʼ
ἀλλήλοισι
μένοντε
.
οἳ
δʼ
ἐπεὶ
οὖν
νεκροὺς
ἔρυσαν
μετὰ
λαὸν
Ἀχαιῶν
,
τὼ
μὲν
ἄρα
δειλὼ
βαλέτην
ἐν
χερσὶν
ἑταίρων
,
αὐτὼ
δὲ
στρεφθέντε
μετὰ
πρώτοισι
μαχέσθην
.
575
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.