Ἕκτωρ
δʼ
ὡς
εἶδεν
Πατροκλῆα
μεγάθυμον
ἂψ
ἀναχαζόμενον
βεβλημένον
ὀξέϊ
χαλκῷ
,
ἀγχίμολόν
ῥά
οἱ
ἦλθε
κατὰ
στίχας
,
οὖτα
δὲ
δουρὶ
820
νείατον
ἐς
κενεῶνα
,
διὰ
πρὸ
δὲ
χαλκὸν
ἔλασσε
·
δούπησεν
δὲ
πεσών
,
μέγα
δʼ
ἤκαχε
λαὸν
Ἀχαιῶν
·
ὡς
δʼ
ὅτε
σῦν
ἀκάμαντα
λέων
ἐβιήσατο
χάρμῃ
,
ὥ
τʼ
ὄρεος
κορυφῇσι
μέγα
φρονέοντε
μάχεσθον
πίδακος
ἀμφʼ
ὀλίγης
·
ἐθέλουσι
δὲ
πιέμεν
ἄμφω
·
825
πολλὰ
δέ
τʼ
ἀσθμαίνοντα
λέων
ἐδάμασσε
βίηφιν
·
ὣς
πολέας
πεφνόντα
Μενοιτίου
ἄλκιμον
υἱὸν
Ἕκτωρ
Πριαμίδης
σχεδὸν
ἔγχεϊ
θυμὸν
ἀπηύρα
,
καί
οἱ
ἐπευχόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Πάτροκλʼ
ἦ
που
ἔφησθα
πόλιν
κεραϊξέμεν
ἁμήν
,
830
Τρωϊάδας
δὲ
γυναῖκας
ἐλεύθερον
ἦμαρ
ἀπούρας
ἄξειν
ἐν
νήεσσι
φίλην
ἐς
πατρίδα
γαῖαν
νήπιε
·
τάων
δὲ
πρόσθʼ
Ἕκτορος
ὠκέες
ἵπποι
ποσσὶν
ὀρωρέχαται
πολεμίζειν
·
ἔγχεϊ
δʼ
αὐτὸς
Τρωσὶ
φιλοπτολέμοισι
μεταπρέπω
,
ὅ
σφιν
ἀμύνω
835
ἦμαρ
ἀναγκαῖον
·
σὲ
δέ
τʼ
ἐνθάδε
γῦπες
ἔδονται
.
ἆ
δείλʼ
,
οὐδέ
τοι
ἐσθλὸς
ἐὼν
χραίσμησεν
Ἀχιλλεύς
,
ὅς
πού
τοι
μάλα
πολλὰ
μένων
ἐπετέλλετʼ
ἰόντι
·
μή
μοι
πρὶν
ἰέναι
Πατρόκλεες
ἱπποκέλευθε
νῆας
ἔπι
γλαφυρὰς
πρὶν
Ἕκτορος
ἀνδροφόνοιο
840
αἱματόεντα
χιτῶνα
περὶ
στήθεσσι
δαΐξαι
.
ὥς
πού
σε
προσέφη
,
σοὶ
δὲ
φρένας
ἄφρονι
πεῖθε
.
τὸν
δʼ
ὀλιγοδρανέων
προσέφης
Πατρόκλεες
ἱππεῦ
·
ἤδη
νῦν
Ἕκτορ
μεγάλʼ
εὔχεο
·
σοὶ
γὰρ
ἔδωκε
νίκην
Ζεὺς
Κρονίδης
καὶ
Ἀπόλλων
,
οἵ
με
δάμασσαν
845
ῥηιδίως
·
αὐτοὶ
γὰρ
ἀπʼ
ὤμων
τεύχεʼ
ἕλοντο
.
τοιοῦτοι
δʼ
εἴ
πέρ
μοι
ἐείκοσιν
ἀντεβόλησαν
,
πάντές
κʼ
αὐτόθʼ
ὄλοντο
ἐμῷ
ὑπὸ
δουρὶ
δαμέντες
.
ἀλλά
με
μοῖρʼ
ὀλοὴ
καὶ
Λητοῦς
ἔκτανεν
υἱός
,
ἀνδρῶν
δʼ
Εὔφορβος
·
σὺ
δέ
με
τρίτος
ἐξεναρίζεις
.
850
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
οὔ
θην
οὐδʼ
αὐτὸς
δηρὸν
βέῃ
,
ἀλλά
τοι
ἤδη
ἄγχι
παρέστηκεν
θάνατος
καὶ
μοῖρα
κραταιὴ
χερσὶ
δαμέντʼ
Ἀχιλῆος
ἀμύμονος
Αἰακίδαο
.
ὣς
ἄρα
μιν
εἰπόντα
τέλος
θανάτοιο
κάλυψε
·
855
ψυχὴ
δʼ
ἐκ
ῥεθέων
πταμένη
Ἄϊδος
δὲ
βεβήκει
ὃν
πότμον
γοόωσα
λιποῦσʼ
ἀνδροτῆτα
καὶ
ἥβην
.
τὸν
καὶ
τεθνηῶτα
προσηύδα
φαίδιμος
Ἕκτωρ
·
Πατρόκλεις
τί
νύ
μοι
μαντεύεαι
αἰπὺν
ὄλεθρον
;
τίς
δʼ
οἶδʼ
εἴ
κʼ
Ἀχιλεὺς
Θέτιδος
πάϊς
ἠϋκόμοιο
860
φθήῃ
ἐμῷ
ὑπὸ
δουρὶ
τυπεὶς
ἀπὸ
θυμὸν
ὀλέσσαι
;
ὣς
ἄρα
φωνήσας
δόρυ
χάλκεον
ἐξ
ὠτειλῆς
εἴρυσε
λὰξ
προσβάς
,
τὸν
δʼ
ὕπτιον
ὦσʼ
ἀπὸ
δουρός
.
αὐτίκα
δὲ
ξὺν
δουρὶ
μετʼ
Αὐτομέδοντα
βεβήκει
ἀντίθεον
θεράποντα
ποδώκεος
Αἰακίδαο
·
865
ἵετο
γὰρ
βαλέειν
·
τὸν
δʼ
ἔκφερον
ὠκέες
ἵπποι
ἄμβροτοι
,
οὓς
Πηλῆϊ
θεοὶ
δόσαν
ἀγλαὰ
δῶρα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.