ὣς
ἔφατʼ
,
ὦρτο
δʼ
ἔπειτα
βίη
Τεύκροιο
ἄνακτος
,
ἂν
δʼ
ἄρα
Μηριόνης
θεράπων
ἐῢς
Ἰδομενῆος
.
860
κλήρους
δʼ
ἐν
κυνέῃ
χαλκήρεϊ
πάλλον
ἑλόντες
,
Τεῦκρος
δὲ
πρῶτος
κλήρῳ
λάχεν
·
αὐτίκα
δʼ
ἰὸν
ἧκεν
ἐπικρατέως
,
οὐδʼ
ἠπείλησεν
ἄνακτι
ἀρνῶν
πρωτογόνων
ῥέξειν
κλειτὴν
ἑκατόμβην
.
ὄρνιθος
μὲν
ἅμαρτε
·
μέγηρε
γάρ
οἱ
τό
γʼ
Ἀπόλλων
·
865
αὐτὰρ
ὃ
μήρινθον
βάλε
πὰρ
πόδα
,
τῇ
δέδετʼ
ὄρνις
·
ἀντικρὺ
δʼ
ἀπὸ
μήρινθον
τάμε
πικρὸς
ὀϊστός
.
ἣ
μὲν
ἔπειτʼ
ἤϊξε
πρὸς
οὐρανόν
,
ἣ
δὲ
παρείθη
μήρινθος
ποτὶ
γαῖαν
·
ἀτὰρ
κελάδησαν
Ἀχαιοί
.
σπερχόμενος
δʼ
ἄρα
Μηριόνης
ἐξείρυσε
χειρὸς
870
τόξον
·
ἀτὰρ
δὴ
ὀϊστὸν
ἔχεν
πάλαι
,
ὡς
ἴθυνεν
.
αὐτίκα
δʼ
ἠπείλησεν
ἑκηβόλῳ
Ἀπόλλωνι
ἀρνῶν
πρωτογόνων
ῥέξειν
κλειτὴν
ἑκατόμβην
.
ὕψι
δʼ
ὑπὸ
νεφέων
εἶδε
τρήρωνα
πέλειαν
·
τῇ
ῥʼ
ὅ
γε
δινεύουσαν
ὑπὸ
πτέρυγος
βάλε
μέσσην
,
875
ἀντικρὺ
δὲ
διῆλθε
βέλος
·
τὸ
μὲν
ἂψ
ἐπὶ
γαίῃ
πρόσθεν
Μηριόναο
πάγη
ποδός
·
αὐτὰρ
ἣ
ὄρνις
ἱστῷ
ἐφεζομένη
νηὸς
κυανοπρῴροιο
αὐχένʼ
ἀπεκρέμασεν
,
σὺν
δὲ
πτερὰ
πυκνὰ
λίασθεν
.
ὠκὺς
δʼ
ἐκ
μελέων
θυμὸς
πτάτο
,
τῆλε
δʼ
ἀπʼ
αὐτοῦ
880
κάππεσε
·
λαοὶ
δʼ
αὖ
θηεῦντό
τε
θάμβησάν
τε
.
ἂν
δʼ
ἄρα
Μηριόνης
πελέκεας
δέκα
πάντας
ἄειρε
,
Τεῦκρος
δʼ
ἡμιπέλεκκα
φέρεν
κοίλας
ἐπὶ
νῆας
.
αὐτὰρ
Πηλεΐδης
κατὰ
μὲν
δολιχόσκιον
ἔγχος
,
κὰδ
δὲ
λέβητʼ
ἄπυρον
βοὸς
ἄξιον
ἀνθεμόεντα
885
θῆκʼ
ἐς
ἀγῶνα
φέρων
·
καί
ῥʼ
ἥμονες
ἄνδρες
ἀνέσταν
·
ἂν
μὲν
ἄρʼ
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
,
ἂν
δʼ
ἄρα
Μηριόνης
,
θεράπων
ἐῢς
Ἰδομενῆος
.
τοῖσι
δὲ
καὶ
μετέειπε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
Ἀτρεΐδη
·
ἴδμεν
γὰρ
ὅσον
προβέβηκας
ἁπάντων
890
ἠδʼ
ὅσσον
δυνάμει
τε
καὶ
ἥμασιν
ἔπλευ
ἄριστος
·
ἀλλὰ
σὺ
μὲν
τόδʼ
ἄεθλον
ἔχων
κοίλας
ἐπὶ
νῆας
ἔρχευ
,
ἀτὰρ
δόρυ
Μηριόνῃ
ἥρωϊ
πόρωμεν
,
εἰ
σύ
γε
σῷ
θυμῷ
ἐθέλοις
·
κέλομαι
γὰρ
ἔγωγε
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
·
895
δῶκε
δὲ
Μηριόνῃ
δόρυ
χάλκεον
·
αὐτὰρ
ὅ
γʼ
ἥρως
Ταλθυβίῳ
κήρυκι
δίδου
περικαλλὲς
ἄεθλον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.