ὄφρʼ
οἳ
τοὺς
ἐνάριζον
ἀπʼ
ἔντεα
,
τόφρα
δʼ
Ἀχαιοὶ
τάφρῳ
καὶ
σκολόπεσσιν
ἐνιπλήξαντες
ὀρυκτῇ
ἔνθα
καὶ
ἔνθα
φέβοντο
,
δύοντο
δὲ
τεῖχος
ἀνάγκῃ
.
345
Ἕκτωρ
δὲ
Τρώεσσιν
ἐκέκλετο
μακρὸν
ἀΰσας
νηυσὶν
ἐπισσεύεσθαι
,
ἐᾶν
δʼ
ἔναρα
βροτόεντα
·
ὃν
δʼ
ἂν
ἐγὼν
ἀπάνευθε
νεῶν
ἑτέρωθι
νοήσω
,
αὐτοῦ
οἱ
θάνατον
μητίσομαι
,
οὐδέ
νυ
τόν
γε
γνωτοί
τε
γνωταί
τε
πυρὸς
λελάχωσι
θανόντα
,
350
ἀλλὰ
κύνες
ἐρύουσι
πρὸ
ἄστεος
ἡμετέροιο
.
ὣς
εἰπὼν
μάστιγι
κατωμαδὸν
ἤλασεν
ἵππους
κεκλόμενος
Τρώεσσι
κατὰ
στίχας
·
οἳ
δὲ
σὺν
αὐτῷ
πάντες
ὁμοκλήσαντες
ἔχον
ἐρυσάρματας
ἵππους
ἠχῇ
θεσπεσίῃ
·
προπάροιθε
δὲ
Φοῖβος
Ἀπόλλων
355
ῥεῖʼ
ὄχθας
καπέτοιο
βαθείης
ποσσὶν
ἐρείπων
ἐς
μέσσον
κατέβαλλε
,
γεφύρωσεν
δὲ
κέλευθον
μακρὴν
ἠδʼ
εὐρεῖαν
,
ὅσον
τʼ
ἐπὶ
δουρὸς
ἐρωὴ
γίγνεται
,
ὁππότʼ
ἀνὴρ
σθένεος
πειρώμενος
ᾗσι
.
τῇ
ῥʼ
οἵ
γε
προχέοντο
φαλαγγηδόν
,
πρὸ
δʼ
Ἀπόλλων
360
αἰγίδʼ
ἔχων
ἐρίτιμον
·
ἔρειπε
δὲ
τεῖχος
Ἀχαιῶν
ῥεῖα
μάλʼ
,
ὡς
ὅτε
τις
ψάμαθον
πάϊς
ἄγχι
θαλάσσης
,
ὅς
τʼ
ἐπεὶ
οὖν
ποιήσῃ
ἀθύρματα
νηπιέῃσιν
ἂψ
αὖτις
συνέχευε
ποσὶν
καὶ
χερσὶν
ἀθύρων
.
ὥς
ῥα
σὺ
ἤϊε
Φοῖβε
πολὺν
κάματον
καὶ
ὀϊζὺν
365
σύγχεας
Ἀργείων
,
αὐτοῖσι
δὲ
φύζαν
ἐνῶρσας
.
ὣς
οἳ
μὲν
παρὰ
νηυσὶν
ἐρητύοντο
μένοντες
,
ἀλλήλοισί
τε
κεκλόμενοι
καὶ
πᾶσι
θεοῖσι
χεῖρας
ἀνίσχοντες
μεγάλʼ
εὐχετόωντο
ἕκαστος
·
Νέστωρ
αὖτε
μάλιστα
Γερήνιος
οὖρος
Ἀχαιῶν
370
εὔχετο
χεῖρʼ
ὀρέγων
εἰς
οὐρανὸν
ἀστερόεντα
·
Ζεῦ
πάτερ
εἴ
ποτέ
τίς
τοι
ἐν
Ἄργεΐ
περ
πολυπύρῳ
ἢ
βοὸς
ἢ
οἰὸς
κατὰ
πίονα
μηρία
καίων
εὔχετο
νοστῆσαι
,
σὺ
δʼ
ὑπέσχεο
καὶ
κατένευσας
,
τῶν
μνῆσαι
καὶ
ἄμυνον
Ὀλύμπιε
νηλεὲς
ἦμαρ
,
375
μηδʼ
οὕτω
Τρώεσσιν
ἔα
δάμνασθαι
Ἀχαιούς
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
μέγα
δʼ
ἔκτυπε
μητίετα
Ζεύς
,
ἀράων
ἀΐων
Νηληϊάδαο
γέροντος
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.