τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
260
Ἕκτορ
μή
μοι
ἄλαστε
συνημοσύνας
ἀγόρευε
·
ὡς
οὐκ
ἔστι
λέουσι
καὶ
ἀνδράσιν
ὅρκια
πιστά
,
οὐδὲ
λύκοι
τε
καὶ
ἄρνες
ὁμόφρονα
θυμὸν
ἔχουσιν
,
ἀλλὰ
κακὰ
φρονέουσι
διαμπερὲς
ἀλλήλοισιν
,
ὣς
οὐκ
ἔστʼ
ἐμὲ
καὶ
σὲ
φιλήμεναι
,
οὐδέ
τι
νῶϊν
265
ὅρκια
ἔσσονται
,
πρίν
γʼ
ἢ
ἕτερόν
γε
πεσόντα
αἵματος
ἆσαι
Ἄρηα
ταλαύρινον
πολεμιστήν
.
παντοίης
ἀρετῆς
μιμνήσκεο
·
νῦν
σε
μάλα
χρὴ
αἰχμητήν
τʼ
ἔμεναι
καὶ
θαρσαλέον
πολεμιστήν
.
οὔ
τοι
ἔτʼ
ἔσθʼ
ὑπάλυξις
,
ἄφαρ
δέ
σε
Παλλὰς
Ἀθήνη
270
ἔγχει
ἐμῷ
δαμάᾳ
·
νῦν
δʼ
ἀθρόα
πάντʼ
ἀποτίσεις
κήδεʼ
ἐμῶν
ἑτάρων
οὓς
ἔκτανες
ἔγχεϊ
θύων
.
ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
·
καὶ
τὸ
μὲν
ἄντα
ἰδὼν
ἠλεύατο
φαίδιμος
Ἕκτωρ
·
ἕζετο
γὰρ
προϊδών
,
τὸ
δʼ
ὑπέρπτατο
χάλκεον
ἔγχος
,
275
ἐν
γαίῃ
δʼ
ἐπάγη
·
ἀνὰ
δʼ
ἥρπασε
Παλλὰς
Ἀθήνη
,
ἂψ
δʼ
Ἀχιλῆϊ
δίδου
,
λάθε
δʼ
Ἕκτορα
ποιμένα
λαῶν
.
Ἕκτωρ
δὲ
προσέειπεν
ἀμύμονα
Πηλεΐωνα
·
ἤμβροτες
,
οὐδʼ
ἄρα
πώ
τι
θεοῖς
ἐπιείκελʼ
Ἀχιλλεῦ
ἐκ
Διὸς
ἠείδης
τὸν
ἐμὸν
μόρον
,
ἦ
τοι
ἔφης
γε
·
280
ἀλλά
τις
ἀρτιεπὴς
καὶ
ἐπίκλοπος
ἔπλεο
μύθων
,
ὄφρά
σʼ
ὑποδείσας
μένεος
ἀλκῆς
τε
λάθωμαι
.
οὐ
μέν
μοι
φεύγοντι
μεταφρένῳ
ἐν
δόρυ
πήξεις
,
ἀλλʼ
ἰθὺς
μεμαῶτι
διὰ
στήθεσφιν
ἔλασσον
εἴ
τοι
ἔδωκε
θεός
·
νῦν
αὖτʼ
ἐμὸν
ἔγχος
ἄλευαι
285
χάλκεον
·
ὡς
δή
μιν
σῷ
ἐν
χροῒ
πᾶν
κομίσαιο
.
καί
κεν
ἐλαφρότερος
πόλεμος
Τρώεσσι
γένοιτο
σεῖο
καταφθιμένοιο
·
σὺ
γάρ
σφισι
πῆμα
μέγιστον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.