ὢ
πόποι
ἦ
ῥʼ
ἅλιον
ἔπος
ἔκβαλον
ἤματι
κείνῳ
θαρσύνων
ἥρωα
Μενοίτιον
ἐν
μεγάροισι
·
325
φῆν
δέ
οἱ
εἰς
Ὀπόεντα
περικλυτὸν
υἱὸν
ἀπάξειν
Ἴλιον
ἐκπέρσαντα
,
λαχόντα
τε
ληΐδος
αἶσαν
.
ἀλλʼ
οὐ
Ζεὺς
ἄνδρεσσι
νοήματα
πάντα
τελευτᾷ
·
ἄμφω
γὰρ
πέπρωται
ὁμοίην
γαῖαν
ἐρεῦσαι
αὐτοῦ
ἐνὶ
Τροίῃ
,
ἐπεὶ
οὐδʼ
ἐμὲ
νοστήσαντα
330
δέξεται
ἐν
μεγάροισι
γέρων
ἱππηλάτα
Πηλεὺς
οὐδὲ
Θέτις
μήτηρ
,
ἀλλʼ
αὐτοῦ
γαῖα
καθέξει
.
νῦν
δʼ
ἐπεὶ
οὖν
Πάτροκλε
σεῦ
ὕστερος
εἶμʼ
ὑπὸ
γαῖαν
,
οὔ
σε
πρὶν
κτεριῶ
πρίν
γʼ
Ἕκτορος
ἐνθάδʼ
ἐνεῖκαι
τεύχεα
καὶ
κεφαλὴν
μεγαθύμου
σοῖο
φονῆος
·
335
δώδεκα
δὲ
προπάροιθε
πυρῆς
ἀποδειροτομήσω
Τρώων
ἀγλαὰ
τέκνα
σέθεν
κταμένοιο
χολωθείς
.
τόφρα
δέ
μοι
παρὰ
νηυσὶ
κορωνίσι
κείσεαι
αὔτως
,
ἀμφὶ
δὲ
σὲ
Τρῳαὶ
καὶ
Δαρδανίδες
βαθύκολποι
κλαύσονται
νύκτάς
τε
καὶ
ἤματα
δάκρυ
χέουσαι
,
340
τὰς
αὐτοὶ
καμόμεσθα
βίηφί
τε
δουρί
τε
μακρῷ
πιείρας
πέρθοντε
πόλεις
μερόπων
ἀνθρώπων
.
ὣς
εἰπὼν
ἑτάροισιν
ἐκέκλετο
δῖος
Ἀχιλλεὺς
ἀμφὶ
πυρὶ
στῆσαι
τρίποδα
μέγαν
,
ὄφρα
τάχιστα
Πάτροκλον
λούσειαν
ἄπο
βρότον
αἱματόεντα
.
345
οἳ
δὲ
λοετροχόον
τρίποδʼ
ἵστασαν
ἐν
πυρὶ
κηλέῳ
,
ἐν
δʼ
ἄρʼ
ὕδωρ
ἔχεαν
,
ὑπὸ
δὲ
ξύλα
δαῖον
ἑλόντες
.
γάστρην
μὲν
τρίποδος
πῦρ
ἄμφεπε
,
θέρμετο
δʼ
ὕδωρ
·
αὐτὰρ
ἐπεὶ
δὴ
ζέσσεν
ὕδωρ
ἐνὶ
ἤνοπι
χαλκῷ
,
καὶ
τότε
δὴ
λοῦσάν
τε
καὶ
ἤλειψαν
λίπʼ
ἐλαίῳ
,
350
ἐν
δʼ
ὠτειλὰς
πλῆσαν
ἀλείφατος
ἐννεώροιο
·
ἐν
λεχέεσσι
δὲ
θέντες
ἑανῷ
λιτὶ
κάλυψαν
ἐς
πόδας
ἐκ
κεφαλῆς
,
καθύπερθε
δὲ
φάρεϊ
λευκῷ
.
παννύχιοι
μὲν
ἔπειτα
πόδας
ταχὺν
ἀμφʼ
Ἀχιλῆα
Μυρμιδόνες
Πάτροκλον
ἀνεστενάχοντο
γοῶντες
·
355
Ζεὺς
δʼ
Ἥρην
προσέειπε
κασιγνήτην
ἄλοχόν
τε
·
ἔπρηξας
καὶ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
ἀνστήσασʼ
Ἀχιλῆα
πόδας
ταχύν
·
ἦ
ῥά
νυ
σεῖο
ἐξ
αὐτῆς
ἐγένοντο
κάρη
κομόωντες
Ἀχαιοί
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
·
360
αἰνότατε
Κρονίδη
ποῖον
τὸν
μῦθον
ἔειπες
.
καὶ
μὲν
δή
πού
τις
μέλλει
βροτὸς
ἀνδρὶ
τελέσσαι
,
ὅς
περ
θνητός
τʼ
ἐστὶ
καὶ
οὐ
τόσα
μήδεα
οἶδε
·
πῶς
δὴ
ἔγωγʼ
,
ἥ
φημι
θεάων
ἔμμεν
ἀρίστη
,
ἀμφότερον
γενεῇ
τε
καὶ
οὕνεκα
σὴ
παράκοιτις
365
κέκλημαι
,
σὺ
δὲ
πᾶσι
μετʼ
ἀθανάτοισιν
ἀνάσσεις
,
οὐκ
ὄφελον
Τρώεσσι
κοτεσσαμένη
κακὰ
ῥάψαι
;
ὣς
οἳ
μὲν
τοιαῦτα
πρὸς
ἀλλήλους
ἀγόρευον
·
Ἡφαίστου
δʼ
ἵκανε
δόμον
Θέτις
ἀργυρόπεζα
ἄφθιτον
ἀστερόεντα
μεταπρεπέʼ
ἀθανάτοισι
370
χάλκεον
,
ὅν
ῥʼ
αὐτὸς
ποιήσατο
κυλλοποδίων
.
τὸν
δʼ
εὗρʼ
ἱδρώοντα
ἑλισσόμενον
περὶ
φύσας
σπεύδοντα
·
τρίποδας
γὰρ
ἐείκοσι
πάντας
ἔτευχεν
ἑστάμεναι
περὶ
τοῖχον
ἐϋσταθέος
μεγάροιο
,
χρύσεα
δέ
σφʼ
ὑπὸ
κύκλα
ἑκάστῳ
πυθμένι
θῆκεν
,
375
ὄφρά
οἱ
αὐτόματοι
θεῖον
δυσαίατʼ
ἀγῶνα
ἠδʼ
αὖτις
πρὸς
δῶμα
νεοίατο
θαῦμα
ἰδέσθαι
.
οἳ
δʼ
ἤτοι
τόσσον
μὲν
ἔχον
τέλος
,
οὔατα
δʼ
οὔ
πω
δαιδάλεα
προσέκειτο
·
τά
ῥʼ
ἤρτυε
,
κόπτε
δὲ
δεσμούς
.
ὄφρʼ
ὅ
γε
ταῦτʼ
ἐπονεῖτο
ἰδυίῃσι
πραπίδεσσι
,
380
τόφρά
οἱ
ἐγγύθεν
ἦλθε
θεὰ
Θέτις
ἀργυρόπεζα
.
τὴν
δὲ
ἴδε
προμολοῦσα
Χάρις
λιπαροκρήδεμνος
καλή
,
τὴν
ὤπυιε
περικλυτὸς
ἀμφιγυήεις
·
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τίπτε
Θέτι
τανύπεπλε
ἱκάνεις
ἡμέτερον
δῶ
385
αἰδοίη
τε
φίλη
τε
;
πάρος
γε
μὲν
οὔ
τι
θαμίζεις
.
ἀλλʼ
ἕπεο
προτέρω
,
ἵνα
τοι
πὰρ
ξείνια
θείω
.
ὣς
ἄρα
φωνήσασα
πρόσω
ἄγε
δῖα
θεάων
.
τὴν
μὲν
ἔπειτα
καθεῖσεν
ἐπὶ
θρόνου
ἀργυροήλου
καλοῦ
δαιδαλέου
·
ὑπὸ
δὲ
θρῆνυς
ποσὶν
ἦεν
·
390
κέκλετο
δʼ
Ἥφαιστον
κλυτοτέχνην
εἶπέ
τε
μῦθον
·
Ἥφαιστε
πρόμολʼ
ὧδε
·
Θέτις
νύ
τι
σεῖο
χατίζει
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
περικλυτὸς
ἀμφιγυήεις
·
ἦ
ῥά
νύ
μοι
δεινή
τε
καὶ
αἰδοίη
θεὸς
ἔνδον
,
ἥ
μʼ
ἐσάωσʼ
ὅτε
μʼ
ἄλγος
ἀφίκετο
τῆλε
πεσόντα
395
μητρὸς
ἐμῆς
ἰότητι
κυνώπιδος
,
ἥ
μʼ
ἐθέλησε
κρύψαι
χωλὸν
ἐόντα
·
τότʼ
ἂν
πάθον
ἄλγεα
θυμῷ
,
εἰ
μή
μʼ
Εὐρυνόμη
τε
Θέτις
θʼ
ὑπεδέξατο
κόλπῳ
Εὐρυνόμη
θυγάτηρ
ἀψορρόου
Ὠκεανοῖο
.
τῇσι
παρʼ
εἰνάετες
χάλκευον
δαίδαλα
πολλά
,
400
πόρπας
τε
γναμπτάς
θʼ
ἕλικας
κάλυκάς
τε
καὶ
ὅρμους
ἐν
σπῆϊ
γλαφυρῷ
·
περὶ
δὲ
ῥόος
Ὠκεανοῖο
ἀφρῷ
μορμύρων
ῥέεν
ἄσπετος
·
οὐδέ
τις
ἄλλος
ᾔδεεν
οὔτε
θεῶν
οὔτε
θνητῶν
ἀνθρώπων
,
ἀλλὰ
Θέτις
τε
καὶ
Εὐρυνόμη
ἴσαν
,
αἵ
μʼ
ἐσάωσαν
.
405
ἣ
νῦν
ἡμέτερον
δόμον
ἵκει
·
τώ
με
μάλα
χρεὼ
πάντα
Θέτι
καλλιπλοκάμῳ
ζῳάγρια
τίνειν
.
ἀλλὰ
σὺ
μὲν
νῦν
οἱ
παράθες
ξεινήϊα
καλά
,
ὄφρʼ
ἂν
ἐγὼ
φύσας
ἀποθείομαι
ὅπλά
τε
πάντα
.
ἦ
,
καὶ
ἀπʼ
ἀκμοθέτοιο
πέλωρ
αἴητον
ἀνέστη
410
χωλεύων
·
ὑπὸ
δὲ
κνῆμαι
ῥώοντο
ἀραιαί
.
φύσας
μέν
ῥʼ
ἀπάνευθε
τίθει
πυρός
,
ὅπλά
τε
πάντα
λάρνακʼ
ἐς
ἀργυρέην
συλλέξατο
,
τοῖς
ἐπονεῖτο
·
σπόγγῳ
δʼ
ἀμφὶ
πρόσωπα
καὶ
ἄμφω
χεῖρʼ
ἀπομόργνυ
αὐχένα
τε
στιβαρὸν
καὶ
στήθεα
λαχνήεντα
,
415
δῦ
δὲ
χιτῶνʼ
,
ἕλε
δὲ
σκῆπτρον
παχύ
,
βῆ
δὲ
θύραζε
χωλεύων
·
ὑπὸ
δʼ
ἀμφίπολοι
ῥώοντο
ἄνακτι
χρύσειαι
ζωῇσι
νεήνισιν
εἰοικυῖαι
.
τῇς
ἐν
μὲν
νόος
ἐστὶ
μετὰ
φρεσίν
,
ἐν
δὲ
καὶ
αὐδὴ
καὶ
σθένος
,
ἀθανάτων
δὲ
θεῶν
ἄπο
ἔργα
ἴσασιν
.
420
αἳ
μὲν
ὕπαιθα
ἄνακτος
ἐποίπνυον
·
αὐτὰρ
ὃ
ἔρρων
πλησίον
,
ἔνθα
Θέτις
περ
,
ἐπὶ
θρόνου
ἷζε
φαεινοῦ
,
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τίπτε
Θέτι
τανύπεπλε
ἱκάνεις
ἡμέτερον
δῶ
αἰδοίη
τε
φίλη
τε
;
πάρος
γε
μὲν
οὔ
τι
θαμίζεις
.
425
αὔδα
ὅ
τι
φρονέεις
·
τελέσαι
δέ
με
θυμὸς
ἄνωγεν
,
εἰ
δύναμαι
τελέσαι
γε
καὶ
εἰ
τετελεσμένον
ἐστίν
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Θέτις
κατὰ
δάκρυ
χέουσα
·
Ἥφαιστʼ
,
ἦ
ἄρα
δή
τις
,
ὅσαι
θεαί
εἰσʼ
ἐν
Ὀλύμπῳ
,
τοσσάδʼ
ἐνὶ
φρεσὶν
ᾗσιν
ἀνέσχετο
κήδεα
λυγρὰ
430
ὅσσʼ
ἐμοὶ
ἐκ
πασέων
Κρονίδης
Ζεὺς
ἄλγεʼ
ἔδωκεν
;
ἐκ
μέν
μʼ
ἀλλάων
ἁλιάων
ἀνδρὶ
δάμασσεν
Αἰακίδῃ
Πηλῆϊ
,
καὶ
ἔτλην
ἀνέρος
εὐνὴν
πολλὰ
μάλʼ
οὐκ
ἐθέλουσα
.
ὃ
μὲν
δὴ
γήραϊ
λυγρῷ
κεῖται
ἐνὶ
μεγάροις
ἀρημένος
,
ἄλλα
δέ
μοι
νῦν
·
435
υἱὸν
ἐπεί
μοι
δῶκε
γενέσθαί
τε
τραφέμεν
τε
ἔξοχον
ἡρώων
·
ὃ
δʼ
ἀνέδραμεν
ἔρνεϊ
ἶσος
·
τὸν
μὲν
ἐγὼ
θρέψασα
φυτὸν
ὣς
γουνῷ
ἀλωῆς
νηυσὶν
ἐπιπροέηκα
κορωνίσιν
Ἴλιον
εἴσω
Τρωσὶ
μαχησόμενον
·
τὸν
δʼ
οὐχ
ὑποδέξομαι
αὖτις
440
οἴκαδε
νοστήσαντα
δόμον
Πηλήϊον
εἴσω
.
ὄφρα
δέ
μοι
ζώει
καὶ
ὁρᾷ
φάος
ἠελίοιο
ἄχνυται
,
οὐδέ
τί
οἱ
δύναμαι
χραισμῆσαι
ἰοῦσα
.
κούρην
ἣν
ἄρα
οἱ
γέρας
ἔξελον
υἷες
Ἀχαιῶν
,
τὴν
ἂψ
ἐκ
χειρῶν
ἕλετο
κρείων
Ἀγαμέμνων
.
445
ἤτοι
ὃ
τῆς
ἀχέων
φρένας
ἔφθιεν
·
αὐτὰρ
Ἀχαιοὺς
Τρῶες
ἐπὶ
πρύμνῃσιν
ἐείλεον
,
οὐδὲ
θύραζε
εἴων
ἐξιέναι
·
τὸν
δὲ
λίσσοντο
γέροντες
Ἀργείων
,
καὶ
πολλὰ
περικλυτὰ
δῶρʼ
ὀνόμαζον
.
ἔνθʼ
αὐτὸς
μὲν
ἔπειτʼ
ἠναίνετο
λοιγὸν
ἀμῦναι
,
450
αὐτὰρ
ὃ
Πάτροκλον
περὶ
μὲν
τὰ
ἃ
τεύχεα
ἕσσε
,
πέμπε
δέ
μιν
πόλεμον
δέ
,
πολὺν
δʼ
ἅμα
λαὸν
ὄπασσε
.
πᾶν
δʼ
ἦμαρ
μάρναντο
περὶ
Σκαιῇσι
πύλῃσι
·
καί
νύ
κεν
αὐτῆμαρ
πόλιν
ἔπραθον
,
εἰ
μὴ
Ἀπόλλων
πολλὰ
κακὰ
ῥέξαντα
Μενοιτίου
ἄλκιμον
υἱὸν
455
ἔκτανʼ
ἐνὶ
προμάχοισι
καὶ
Ἕκτορι
κῦδος
ἔδωκε
.
τοὔνεκα
νῦν
τὰ
σὰ
γούναθʼ
ἱκάνομαι
,
αἴ
κʼ
ἐθέλῃσθα
υἱεῖ
ἐμῷ
ὠκυμόρῳ
δόμεν
ἀσπίδα
καὶ
τρυφάλειαν
καὶ
καλὰς
κνημῖδας
ἐπισφυρίοις
ἀραρυίας
καὶ
θώρηχʼ
·
ὃ
γὰρ
ἦν
οἱ
ἀπώλεσε
πιστὸς
ἑταῖρος
460
Τρωσὶ
δαμείς
·
ὃ
δὲ
κεῖται
ἐπὶ
χθονὶ
θυμὸν
ἀχεύων
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
περικλυτὸς
ἀμφιγυήεις
·
θάρσει
·
μή
τοι
ταῦτα
μετὰ
φρεσὶ
σῇσι
μελόντων
.
αἲ
γάρ
μιν
θανάτοιο
δυσηχέος
ὧδε
δυναίμην
νόσφιν
ἀποκρύψαι
,
ὅτε
μιν
μόρος
αἰνὸς
ἱκάνοι
,
465
ὥς
οἱ
τεύχεα
καλὰ
παρέσσεται
,
οἷά
τις
αὖτε
ἀνθρώπων
πολέων
θαυμάσσεται
,
ὅς
κεν
ἴδηται
.
ὣς
εἰπὼν
τὴν
μὲν
λίπεν
αὐτοῦ
,
βῆ
δʼ
ἐπὶ
φύσας
·
τὰς
δʼ
ἐς
πῦρ
ἔτρεψε
κέλευσέ
τε
ἐργάζεσθαι
.
φῦσαι
δʼ
ἐν
χοάνοισιν
ἐείκοσι
πᾶσαι
ἐφύσων
470
παντοίην
εὔπρηστον
ἀϋτμὴν
ἐξανιεῖσαι
,
ἄλλοτε
μὲν
σπεύδοντι
παρέμμεναι
,
ἄλλοτε
δʼ
αὖτε
,
ὅππως
Ἥφαιστός
τʼ
ἐθέλοι
καὶ
ἔργον
ἄνοιτο
.
χαλκὸν
δʼ
ἐν
πυρὶ
βάλλεν
ἀτειρέα
κασσίτερόν
τε
καὶ
χρυσὸν
τιμῆντα
καὶ
ἄργυρον
·
αὐτὰρ
ἔπειτα
475
θῆκεν
ἐν
ἀκμοθέτῳ
μέγαν
ἄκμονα
,
γέντο
δὲ
χειρὶ
ῥαιστῆρα
κρατερήν
,
ἑτέρηφι
δὲ
γέντο
πυράγρην
.
ποίει
δὲ
πρώτιστα
σάκος
μέγα
τε
στιβαρόν
τε
πάντοσε
δαιδάλλων
,
περὶ
δʼ
ἄντυγα
βάλλε
φαεινὴν
τρίπλακα
μαρμαρέην
,
ἐκ
δʼ
ἀργύρεον
τελαμῶνα
.
480
πέντε
δʼ
ἄρʼ
αὐτοῦ
ἔσαν
σάκεος
πτύχες
·
αὐτὰρ
ἐν
αὐτῷ
ποίει
δαίδαλα
πολλὰ
ἰδυίῃσι
πραπίδεσσιν
.
ἐν
μὲν
γαῖαν
ἔτευξʼ
,
ἐν
δʼ
οὐρανόν
,
ἐν
δὲ
θάλασσαν
,
ἠέλιόν
τʼ
ἀκάμαντα
σελήνην
τε
πλήθουσαν
,
ἐν
δὲ
τὰ
τείρεα
πάντα
,
τά
τʼ
οὐρανὸς
ἐστεφάνωται
,
485
Πληϊάδας
θʼ
Ὑάδας
τε
τό
τε
σθένος
Ὠρίωνος
Ἄρκτόν
θʼ
,
ἣν
καὶ
Ἄμαξαν
ἐπίκλησιν
καλέουσιν
,
ἥ
τʼ
αὐτοῦ
στρέφεται
καί
τʼ
Ὠρίωνα
δοκεύει
,
οἴη
δʼ
ἄμμορός
ἐστι
λοετρῶν
Ὠκεανοῖο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.