ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
,
καὶ
βάλε
Πηλεΐδαο
μέσον
σάκος
οὐδʼ
ἀφάμαρτε
·
290
τῆλε
δʼ
ἀπεπλάγχθη
σάκεος
δόρυ
·
χώσατο
δʼ
Ἕκτωρ
ὅττί
ῥά
οἱ
βέλος
ὠκὺ
ἐτώσιον
ἔκφυγε
χειρός
,
στῆ
δὲ
κατηφήσας
,
οὐδʼ
ἄλλʼ
ἔχε
μείλινον
ἔγχος
.
Δηΐφοβον
δʼ
ἐκάλει
λευκάσπιδα
μακρὸν
ἀΰσας
·
ᾔτεέ
μιν
δόρυ
μακρόν
·
ὃ
δʼ
οὔ
τί
οἱ
ἐγγύθεν
ἦεν
.
295
Ἕκτωρ
δʼ
ἔγνω
ᾗσιν
ἐνὶ
φρεσὶ
φώνησέν
τε
·
ὢ
πόποι
ἦ
μάλα
δή
με
θεοὶ
θάνατόνδε
κάλεσσαν
·
Δηΐφοβον
γὰρ
ἔγωγʼ
ἐφάμην
ἥρωα
παρεῖναι
·
ἀλλʼ
ὃ
μὲν
ἐν
τείχει
,
ἐμὲ
δʼ
ἐξαπάτησεν
Ἀθήνη
.
νῦν
δὲ
δὴ
ἐγγύθι
μοι
θάνατος
κακός
,
οὐδʼ
ἔτʼ
ἄνευθεν
,
300
οὐδʼ
ἀλέη
·
ἦ
γάρ
ῥα
πάλαι
τό
γε
φίλτερον
ἦεν
Ζηνί
τε
καὶ
Διὸς
υἷι
ἑκηβόλῳ
,
οἵ
με
πάρος
γε
πρόφρονες
εἰρύατο
·
νῦν
αὖτέ
με
μοῖρα
κιχάνει
.
μὴ
μὰν
ἀσπουδί
γε
καὶ
ἀκλειῶς
ἀπολοίμην
,
ἀλλὰ
μέγα
ῥέξας
τι
καὶ
ἐσσομένοισι
πυθέσθαι
.
305
ὣς
ἄρα
φωνήσας
εἰρύσσατο
φάσγανον
ὀξύ
,
τό
οἱ
ὑπὸ
λαπάρην
τέτατο
μέγα
τε
στιβαρόν
τε
,
οἴμησεν
δὲ
ἀλεὶς
ὥς
τʼ
αἰετὸς
ὑψιπετήεις
,
ὅς
τʼ
εἶσιν
πεδίον
δὲ
διὰ
νεφέων
ἐρεβεννῶν
ἁρπάξων
ἢ
ἄρνʼ
ἀμαλὴν
ἤ
πτῶκα
λαγωόν
·
310
ὣς
Ἕκτωρ
οἴμησε
τινάσσων
φάσγανον
ὀξύ
.
ὁρμήθη
δʼ
Ἀχιλεύς
,
μένεος
δʼ
ἐμπλήσατο
θυμὸν
ἀγρίου
,
πρόσθεν
δὲ
σάκος
στέρνοιο
κάλυψε
καλὸν
δαιδάλεον
,
κόρυθι
δʼ
ἐπένευε
φαεινῇ
τετραφάλῳ
·
καλαὶ
δὲ
περισσείοντο
ἔθειραι
315
χρύσεαι
,
ἃς
Ἥφαιστος
ἵει
λόφον
ἀμφὶ
θαμειάς
.
οἷος
δʼ
ἀστὴρ
εἶσι
μετʼ
ἀστράσι
νυκτὸς
ἀμολγῷ
ἕσπερος
,
ὃς
κάλλιστος
ἐν
οὐρανῷ
ἵσταται
ἀστήρ
,
ὣς
αἰχμῆς
ἀπέλαμπʼ
εὐήκεος
,
ἣν
ἄρʼ
Ἀχιλλεὺς
πάλλεν
δεξιτερῇ
φρονέων
κακὸν
Ἕκτορι
δίῳ
,
320
εἰσορόων
χρόα
καλόν
,
ὅπῃ
εἴξειε
μάλιστα
.
τοῦ
δὲ
καὶ
ἄλλο
τόσον
μὲν
ἔχε
χρόα
χάλκεα
τεύχεα
,
καλά
,
τὰ
Πατρόκλοιο
βίην
ἐνάριξε
κατακτάς
·
φαίνετο
δʼ
ᾗ
κληῗδες
ἀπʼ
ὤμων
αὐχένʼ
ἔχουσι
,
λαυκανίην
,
ἵνα
τε
ψυχῆς
ὤκιστος
ὄλεθρος
·
325
τῇ
ῥʼ
ἐπὶ
οἷ
μεμαῶτʼ
ἔλασʼ
ἔγχεϊ
δῖος
Ἀχιλλεύς
,
ἀντικρὺ
δʼ
ἁπαλοῖο
διʼ
αὐχένος
ἤλυθʼ
ἀκωκή
·
οὐδʼ
ἄρʼ
ἀπʼ
ἀσφάραγον
μελίη
τάμε
χαλκοβάρεια
,
ὄφρά
τί
μιν
προτιείποι
ἀμειβόμενος
ἐπέεσσιν
.
ἤριπε
δʼ
ἐν
κονίῃς
·
ὃ
δʼ
ἐπεύξατο
δῖος
Ἀχιλλεύς
·
330
Ἕκτορ
ἀτάρ
που
ἔφης
Πατροκλῆʼ
ἐξεναρίζων
σῶς
ἔσσεσθʼ
,
ἐμὲ
δʼ
οὐδὲν
ὀπίζεο
νόσφιν
ἐόντα
,
νήπιε
·
τοῖο
δʼ
ἄνευθεν
ἀοσσητὴρ
μέγʼ
ἀμείνων
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐγὼ
μετόπισθε
λελείμμην
,
ὅς
τοι
γούνατʼ
ἔλυσα
·
σὲ
μὲν
κύνες
ἠδʼ
οἰωνοὶ
335
ἑλκήσουσʼ
ἀϊκῶς
,
τὸν
δὲ
κτεριοῦσιν
Ἀχαιοί
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.