οἳ
δὲ
θεοὶ
πὰρ
Ζηνὶ
καθήμενοι
ἠγορόωντο
1
χρυσέῳ
ἐν
δαπέδῳ
,
μετὰ
δέ
σφισι
πότνια
Ἥβη
νέκταρ
ἐοινοχόει
·
τοὶ
δὲ
χρυσέοις
δεπάεσσι
δειδέχατʼ
ἀλλήλους
,
Τρώων
πόλιν
εἰσορόωντες
·
αὐτίκʼ
ἐπειρᾶτο
Κρονίδης
ἐρεθιζέμεν
Ἥρην
5
κερτομίοις
ἐπέεσσι
παραβλήδην
ἀγορεύων
·
δοιαὶ
μὲν
Μενελάῳ
ἀρηγόνες
εἰσὶ
θεάων
Ἥρη
τʼ
Ἀργείη
καὶ
Ἀλαλκομενηῒς
Ἀθήνη
.
ἀλλʼ
ἤτοι
ταὶ
νόσφι
καθήμεναι
εἰσορόωσαι
τέρπεσθον
·
τῷ
δʼ
αὖτε
φιλομειδὴς
Ἀφροδίτη
10
αἰεὶ
παρμέμβλωκε
καὶ
αὐτοῦ
κῆρας
ἀμύνει
·
καὶ
νῦν
ἐξεσάωσεν
ὀϊόμενον
θανέεσθαι
.
ἀλλʼ
ἤτοι
νίκη
μὲν
ἀρηϊφίλου
Μενελάου
·
ἡμεῖς
δὲ
φραζώμεθʼ
ὅπως
ἔσται
τάδε
ἔργα
,
ἤ
ῥʼ
αὖτις
πόλεμόν
τε
κακὸν
καὶ
φύλοπιν
αἰνὴν
15
ὄρσομεν
,
ἦ
φιλότητα
μετʼ
ἀμφοτέροισι
βάλωμεν
.
εἰ
δʼ
αὖ
πως
τόδε
πᾶσι
φίλον
καὶ
ἡδὺ
γένοιτο
,
ἤτοι
μὲν
οἰκέοιτο
πόλις
Πριάμοιο
ἄνακτος
,
αὖτις
δʼ
Ἀργείην
Ἑλένην
Μενέλαος
ἄγοιτο
.
ὣς
ἔφαθʼ
,
αἳ
δʼ
ἐπέμυξαν
Ἀθηναίη
τε
καὶ
Ἥρη
·
20
πλησίαι
αἵ
γʼ
ἥσθην
,
κακὰ
δὲ
Τρώεσσι
μεδέσθην
.
ἤτοι
Ἀθηναίη
ἀκέων
ἦν
οὐδέ
τι
εἶπε
σκυζομένη
Διὶ
πατρί
,
χόλος
δέ
μιν
ἄγριος
ᾕρει
·
Ἥρῃ
δʼ
οὐκ
ἔχαδε
στῆθος
χόλον
,
ἀλλὰ
προσηύδα
·
αἰνότατε
Κρονίδη
ποῖον
τὸν
μῦθον
ἔειπες
·
25
πῶς
ἐθέλεις
ἅλιον
θεῖναι
πόνον
ἠδʼ
ἀτέλεστον
,
ἱδρῶ
θʼ
ὃν
ἵδρωσα
μόγῳ
,
καμέτην
δέ
μοι
ἵπποι
λαὸν
ἀγειρούσῃ
,
Πριάμῳ
κακὰ
τοῖό
τε
παισίν
.
ἕρδʼ
·
ἀτὰρ
οὔ
τοι
πάντες
ἐπαινέομεν
θεοὶ
ἄλλοι
.
τὴν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
νεφεληγερέτα
Ζεύς
·
30
δαιμονίη
τί
νύ
σε
Πρίαμος
Πριάμοιό
τε
παῖδες
τόσσα
κακὰ
ῥέζουσιν
,
ὅ
τʼ
ἀσπερχὲς
μενεαίνεις
Ἰλίου
ἐξαλαπάξαι
ἐϋκτίμενον
πτολίεθρον
;
εἰ
δὲ
σύ
γʼ
εἰσελθοῦσα
πύλας
καὶ
τείχεα
μακρὰ
ὠμὸν
βεβρώθοις
Πρίαμον
Πριάμοιό
τε
παῖδας
35
ἄλλους
τε
Τρῶας
,
τότε
κεν
χόλον
ἐξακέσαιο
.
ἕρξον
ὅπως
ἐθέλεις
·
μὴ
τοῦτό
γε
νεῖκος
ὀπίσσω
σοὶ
καὶ
ἐμοὶ
μέγʼ
ἔρισμα
μετʼ
ἀμφοτέροισι
γένηται
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
ὁππότε
κεν
καὶ
ἐγὼ
μεμαὼς
πόλιν
ἐξαλαπάξαι
40
τὴν
ἐθέλω
ὅθι
τοι
φίλοι
ἀνέρες
ἐγγεγάασι
,
μή
τι
διατρίβειν
τὸν
ἐμὸν
χόλον
,
ἀλλά
μʼ
ἐᾶσαι
·
καὶ
γὰρ
ἐγὼ
σοὶ
δῶκα
ἑκὼν
ἀέκοντί
γε
θυμῷ
·
αἳ
γὰρ
ὑπʼ
ἠελίῳ
τε
καὶ
οὐρανῷ
ἀστερόεντι
ναιετάουσι
πόληες
ἐπιχθονίων
ἀνθρώπων
,
45
τάων
μοι
περὶ
κῆρι
τιέσκετο
Ἴλιος
ἱρὴ
καὶ
Πρίαμος
καὶ
λαὸς
ἐϋμμελίω
Πριάμοιο
.
οὐ
γάρ
μοί
ποτε
βωμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
λοιβῆς
τε
κνίσης
τε
·
τὸ
γὰρ
λάχομεν
γέρας
ἡμεῖς
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
·
50
ἤτοι
ἐμοὶ
τρεῖς
μὲν
πολὺ
φίλταταί
εἰσι
πόληες
Ἄργός
τε
Σπάρτη
τε
καὶ
εὐρυάγυια
Μυκήνη
·
τὰς
διαπέρσαι
ὅτʼ
ἄν
τοι
ἀπέχθωνται
περὶ
κῆρι
·
τάων
οὔ
τοι
ἐγὼ
πρόσθʼ
ἵσταμαι
οὐδὲ
μεγαίρω
.
εἴ
περ
γὰρ
φθονέω
τε
καὶ
οὐκ
εἰῶ
διαπέρσαι
,
55
οὐκ
ἀνύω
φθονέουσʼ
ἐπεὶ
ἦ
πολὺ
φέρτερός
ἐσσι
.
ἀλλὰ
χρὴ
καὶ
ἐμὸν
θέμεναι
πόνον
οὐκ
ἀτέλεστον
·
καὶ
γὰρ
ἐγὼ
θεός
εἰμι
,
γένος
δέ
μοι
ἔνθεν
ὅθεν
σοί
,
καί
με
πρεσβυτάτην
τέκετο
Κρόνος
ἀγκυλομήτης
,
ἀμφότερον
γενεῇ
τε
καὶ
οὕνεκα
σὴ
παράκοιτις
60
κέκλημαι
,
σὺ
δὲ
πᾶσι
μετʼ
ἀθανάτοισιν
ἀνάσσεις
.
ἀλλʼ
ἤτοι
μὲν
ταῦθʼ
ὑποείξομεν
ἀλλήλοισι
,
σοὶ
μὲν
ἐγώ
,
σὺ
δʼ
ἐμοί
·
ἐπὶ
δʼ
ἕψονται
θεοὶ
ἄλλοι
ἀθάνατοι
·
σὺ
δὲ
θᾶσσον
Ἀθηναίῃ
ἐπιτεῖλαι
ἐλθεῖν
ἐς
Τρώων
καὶ
Ἀχαιῶν
φύλοπιν
αἰνήν
,
65
πειρᾶν
δʼ
ὥς
κε
Τρῶες
ὑπερκύδαντας
Ἀχαιοὺς
ἄρξωσι
πρότεροι
ὑπὲρ
ὅρκια
δηλήσασθαι
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
·
αὐτίκʼ
Ἀθηναίην
ἔπεα
πτερόεντα
προσηύδα
·
αἶψα
μάλʼ
ἐς
στρατὸν
ἐλθὲ
μετὰ
Τρῶας
καὶ
Ἀχαιούς
,
70
πειρᾶν
δʼ
ὥς
κε
Τρῶες
ὑπερκύδαντας
Ἀχαιοὺς
ἄρξωσι
πρότεροι
ὑπὲρ
ὅρκια
δηλήσασθαι
.
ὣς
εἰπὼν
ὄτρυνε
πάρος
μεμαυῖαν
Ἀθήνην
,
βῆ
δὲ
κατʼ
Οὐλύμποιο
καρήνων
ἀΐξασα
.
οἷον
δʼ
ἀστέρα
ἧκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
75
ἢ
ναύτῃσι
τέρας
ἠὲ
στρατῷ
εὐρέϊ
λαῶν
λαμπρόν
·
τοῦ
δέ
τε
πολλοὶ
ἀπὸ
σπινθῆρες
ἵενται
·
τῷ
ἐϊκυῖʼ
ἤϊξεν
ἐπὶ
χθόνα
Παλλὰς
Ἀθήνη
,
κὰδ
δʼ
ἔθορʼ
ἐς
μέσσον
·
θάμβος
δʼ
ἔχεν
εἰσορόωντας
Τρῶάς
θʼ
ἱπποδάμους
καὶ
ἐϋκνήμιδας
Ἀχαιούς
·
80
ὧδε
δέ
τις
εἴπεσκεν
ἰδὼν
ἐς
πλησίον
ἄλλον
·
ἦ
ῥʼ
αὖτις
πόλεμός
τε
κακὸς
καὶ
φύλοπις
αἰνὴ
ἔσσεται
,
ἢ
φιλότητα
μετʼ
ἀμφοτέροισι
τίθησι
Ζεύς
,
ὅς
τʼ
ἀνθρώπων
ταμίης
πολέμοιο
τέτυκται
.
ὣς
ἄρα
τις
εἴπεσκεν
Ἀχαιῶν
τε
Τρώων
τε
.
85
ἣ
δʼ
ἀνδρὶ
ἰκέλη
Τρώων
κατεδύσεθʼ
ὅμιλον
Λαοδόκῳ
Ἀντηνορίδῃ
κρατερῷ
αἰχμητῇ
,
Πάνδαρον
ἀντίθεον
διζημένη
εἴ
που
ἐφεύροι
.
εὗρε
Λυκάονος
υἱὸν
ἀμύμονά
τε
κρατερόν
τε
ἑσταότʼ
·
ἀμφὶ
δέ
μιν
κρατεραὶ
στίχες
ἀσπιστάων
90
λαῶν
,
οἵ
οἱ
ἕποντο
ἀπʼ
Αἰσήποιο
ῥοάων
·
ἀγχοῦ
δʼ
ἱσταμένη
ἔπεα
πτερόεντα
προσηύδα
·
ἦ
ῥά
νύ
μοί
τι
πίθοιο
Λυκάονος
υἱὲ
δαΐφρον
.
τλαίης
κεν
Μενελάῳ
ἐπιπροέμεν
ταχὺν
ἰόν
,
πᾶσι
δέ
κε
Τρώεσσι
χάριν
καὶ
κῦδος
ἄροιο
,
95
ἐκ
πάντων
δὲ
μάλιστα
Ἀλεξάνδρῳ
βασιλῆϊ
.
τοῦ
κεν
δὴ
πάμπρωτα
παρʼ
ἀγλαὰ
δῶρα
φέροιο
,
αἴ
κεν
ἴδῃ
Μενέλαον
ἀρήϊον
Ἀτρέος
υἱὸν
σῷ
βέλεϊ
δμηθέντα
πυρῆς
ἐπιβάντʼ
ἀλεγεινῆς
.
ἀλλʼ
ἄγʼ
ὀΐστευσον
Μενελάου
κυδαλίμοιο
,
100
εὔχεο
δʼ
Ἀπόλλωνι
Λυκηγενέϊ
κλυτοτόξῳ
ἀρνῶν
πρωτογόνων
ῥέξειν
κλειτὴν
ἑκατόμβην
οἴκαδε
νοστήσας
ἱερῆς
εἰς
ἄστυ
Ζελείης
.
ὣς
φάτʼ
Ἀθηναίη
,
τῷ
δὲ
φρένας
ἄφρονι
πεῖθεν
·
αὐτίκʼ
ἐσύλα
τόξον
ἐΰξοον
ἰξάλου
αἰγὸς
105
ἀγρίου
,
ὅν
ῥά
ποτʼ
αὐτὸς
ὑπὸ
στέρνοιο
τυχήσας
πέτρης
ἐκβαίνοντα
δεδεγμένος
ἐν
προδοκῇσι
βεβλήκει
πρὸς
στῆθος
·
ὃ
δʼ
ὕπτιος
ἔμπεσε
πέτρῃ
.
τοῦ
κέρα
ἐκ
κεφαλῆς
ἑκκαιδεκάδωρα
πεφύκει
·
καὶ
τὰ
μὲν
ἀσκήσας
κεραοξόος
ἤραρε
τέκτων
,
110
πᾶν
δʼ
εὖ
λειήνας
χρυσέην
ἐπέθηκε
κορώνην
.
καὶ
τὸ
μὲν
εὖ
κατέθηκε
τανυσσάμενος
ποτὶ
γαίῃ
ἀγκλίνας
·
πρόσθεν
δὲ
σάκεα
σχέθον
ἐσθλοὶ
ἑταῖροι
μὴ
πρὶν
ἀναΐξειαν
ἀρήϊοι
υἷες
Ἀχαιῶν
πρὶν
βλῆσθαι
Μενέλαον
ἀρήϊον
Ἀτρέος
υἱόν
.
115
αὐτὰρ
ὁ
σύλα
πῶμα
φαρέτρης
,
ἐκ
δʼ
ἕλετʼ
ἰὸν
ἀβλῆτα
πτερόεντα
μελαινέων
ἕρμʼ
ὀδυνάων
·
αἶψα
δʼ
ἐπὶ
νευρῇ
κατεκόσμει
πικρὸν
ὀϊστόν
,
εὔχετο
δʼ
Ἀπόλλωνι
Λυκηγενέϊ
κλυτοτόξῳ
ἀρνῶν
πρωτογόνων
ῥέξειν
κλειτὴν
ἑκατόμβην
120
οἴκαδε
νοστήσας
ἱερῆς
εἰς
ἄστυ
Ζελείης
.
ἕλκε
δʼ
ὁμοῦ
γλυφίδας
τε
λαβὼν
καὶ
νεῦρα
βόεια
·
νευρὴν
μὲν
μαζῷ
πέλασεν
,
τόξῳ
δὲ
σίδηρον
.
αὐτὰρ
ἐπεὶ
δὴ
κυκλοτερὲς
μέγα
τόξον
ἔτεινε
,
λίγξε
βιός
,
νευρὴ
δὲ
μέγʼ
ἴαχεν
,
ἆλτο
δʼ
ὀϊστὸς
125
ὀξυβελὴς
καθʼ
ὅμιλον
ἐπιπτέσθαι
μενεαίνων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.