τὸν
δʼ
Αἴας
καὶ
Τεῦκρος
ὁμαρτήσανθʼ
ὃ
μὲν
ἰῷ
400
βεβλήκει
τελαμῶνα
περὶ
στήθεσσι
φαεινὸν
ἀσπίδος
ἀμφιβρότης
·
ἀλλὰ
Ζεὺς
κῆρας
ἄμυνε
παιδὸς
ἑοῦ
,
μὴ
νηυσὶν
ἔπι
πρύμνῃσι
δαμείη
·
Αἴας
δʼ
ἀσπίδα
νύξεν
ἐπάλμενος
,
οὐδὲ
διὰ
πρὸ
ἤλυθεν
ἐγχείη
,
στυφέλιξε
δέ
μιν
μεμαῶτα
.
405
χώρησεν
δʼ
ἄρα
τυτθὸν
ἐπάλξιος
·
οὐδʼ
ὅ
γε
πάμπαν
χάζετʼ
,
ἐπεί
οἱ
θυμὸς
ἐέλπετο
κῦδος
ἀρέσθαι
.
κέκλετο
δʼ
ἀντιθέοισιν
ἑλιξάμενος
Λυκίοισιν
·
ὦ
Λύκιοι
τί
τʼ
ἄρʼ
ὧδε
μεθίετε
θούριδος
ἀλκῆς
;
ἀργαλέον
δέ
μοί
ἐστι
καὶ
ἰφθίμῳ
περ
ἐόντι
410
μούνῳ
ῥηξαμένῳ
θέσθαι
παρὰ
νηυσὶ
κέλευθον
·
ἀλλʼ
ἐφομαρτεῖτε
·
πλεόνων
δέ
τι
ἔργον
ἄμεινον
.
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
ἄνακτος
ὑποδείσαντες
ὁμοκλὴν
μᾶλλον
ἐπέβρισαν
βουληφόρον
ἀμφὶ
ἄνακτα
.
Ἀργεῖοι
δʼ
ἑτέρωθεν
ἐκαρτύναντο
φάλαγγας
415
τείχεος
ἔντοσθεν
,
μέγα
δέ
σφισι
φαίνετο
ἔργον
·
οὔτε
γὰρ
ἴφθιμοι
Λύκιοι
Δαναῶν
ἐδύναντο
τεῖχος
ῥηξάμενοι
θέσθαι
παρὰ
νηυσὶ
κέλευθον
,
οὔτέ
ποτʼ
αἰχμηταὶ
Δαναοὶ
Λυκίους
ἐδύναντο
τείχεος
ἂψ
ὤσασθαι
,
ἐπεὶ
τὰ
πρῶτα
πέλασθεν
.
420
ἀλλʼ
ὥς
τʼ
ἀμφʼ
οὔροισι
δύʼ
ἀνέρε
δηριάασθον
μέτρʼ
ἐν
χερσὶν
ἔχοντες
ἐπιξύνῳ
ἐν
ἀρούρῃ
,
ὥ
τʼ
ὀλίγῳ
ἐνὶ
χώρῳ
ἐρίζητον
περὶ
ἴσης
,
ὣς
ἄρα
τοὺς
διέεργον
ἐπάλξιες
·
οἳ
δʼ
ὑπὲρ
αὐτέων
δῄουν
ἀλλήλων
ἀμφὶ
στήθεσσι
βοείας
425
ἀσπίδας
εὐκύκλους
λαισήϊά
τε
πτερόεντα
.
πολλοὶ
δʼ
οὐτάζοντο
κατὰ
χρόα
νηλέϊ
χαλκῷ
,
ἠμὲν
ὅτεῳ
στρεφθέντι
μετάφρενα
γυμνωθείη
μαρναμένων
,
πολλοὶ
δὲ
διαμπερὲς
ἀσπίδος
αὐτῆς
.
πάντῃ
δὴ
πύργοι
καὶ
ἐπάλξιες
αἵματι
φωτῶν
430
ἐρράδατʼ
ἀμφοτέρωθεν
ἀπὸ
Τρώων
καὶ
Ἀχαιῶν
.
ἀλλʼ
οὐδʼ
ὧς
ἐδύναντο
φόβον
ποιῆσαι
Ἀχαιῶν
,
ἀλλʼ
ἔχον
ὥς
τε
τάλαντα
γυνὴ
χερνῆτις
ἀληθής
,
ἥ
τε
σταθμὸν
ἔχουσα
καὶ
εἴριον
ἀμφὶς
ἀνέλκει
ἰσάζουσʼ
,
ἵνα
παισὶν
ἀεικέα
μισθὸν
ἄρηται
·
435
ὣς
μὲν
τῶν
ἐπὶ
ἶσα
μάχη
τέτατο
πτόλεμός
τε
,
πρίν
γʼ
ὅτε
δὴ
Ζεὺς
κῦδος
ὑπέρτερον
Ἕκτορι
δῶκε
Πριαμίδῃ
,
ὃς
πρῶτος
ἐσήλατο
τεῖχος
Ἀχαιῶν
.
ἤϋσεν
δὲ
διαπρύσιον
Τρώεσσι
γεγωνώς
·
ὄρνυσθʼ
ἱππόδαμοι
Τρῶες
,
ῥήγνυσθε
δὲ
τεῖχος
440
Ἀργείων
καὶ
νηυσὶν
ἐνίετε
θεσπιδαὲς
πῦρ
.
ὣς
φάτʼ
ἐποτρύνων
,
οἳ
δʼ
οὔασι
πάντες
ἄκουον
,
ἴθυσαν
δʼ
ἐπὶ
τεῖχος
ἀολλέες
·
οἳ
μὲν
ἔπειτα
κροσσάων
ἐπέβαινον
ἀκαχμένα
δούρατʼ
ἔχοντες
,
Ἕκτωρ
δʼ
ἁρπάξας
λᾶαν
φέρεν
,
ὅς
ῥα
πυλάων
445
ἑστήκει
πρόσθε
πρυμνὸς
παχύς
,
αὐτὰρ
ὕπερθεν
ὀξὺς
ἔην
·
τὸν
δʼ
οὔ
κε
δύʼ
ἀνέρε
δήμου
ἀρίστω
ῥηϊδίως
ἐπʼ
ἄμαξαν
ἀπʼ
οὔδεος
ὀχλίσσειαν
,
οἷοι
νῦν
βροτοί
εἰσʼ
·
ὃ
δέ
μιν
ῥέα
πάλλε
καὶ
οἶος
.
τόν
οἱ
ἐλαφρὸν
ἔθηκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
.
450
ὡς
δʼ
ὅτε
ποιμὴν
ῥεῖα
φέρει
πόκον
ἄρσενος
οἰὸς
χειρὶ
λαβὼν
ἑτέρῃ
,
ὀλίγον
τέ
μιν
ἄχθος
ἐπείγει
,
ὣς
Ἕκτωρ
ἰθὺς
σανίδων
φέρε
λᾶαν
ἀείρας
,
αἵ
ῥα
πύλας
εἴρυντο
πύκα
στιβαρῶς
ἀραρυίας
δικλίδας
ὑψηλάς
·
δοιοὶ
δʼ
ἔντοσθεν
ὀχῆες
455
εἶχον
ἐπημοιβοί
,
μία
δὲ
κληῒς
ἐπαρήρει
.
στῆ
δὲ
μάλʼ
ἐγγὺς
ἰών
,
καὶ
ἐρεισάμενος
βάλε
μέσσας
εὖ
διαβάς
,
ἵνα
μή
οἱ
ἀφαυρότερον
βέλος
εἴη
,
ῥῆξε
δʼ
ἀπʼ
ἀμφοτέρους
θαιρούς
·
πέσε
δὲ
λίθος
εἴσω
βριθοσύνῃ
,
μέγα
δʼ
ἀμφὶ
πύλαι
μύκον
,
οὐδʼ
ἄρʼ
ὀχῆες
460
ἐσχεθέτην
,
σανίδες
δὲ
διέτμαγεν
ἄλλυδις
ἄλλη
λᾶος
ὑπὸ
ῥιπῆς
·
ὃ
δʼ
ἄρʼ
ἔσθορε
φαίδιμος
Ἕκτωρ
νυκτὶ
θοῇ
ἀτάλαντος
ὑπώπια
·
λάμπε
δὲ
χαλκῷ
σμερδαλέῳ
,
τὸν
ἕεστο
περὶ
χροΐ
,
δοιὰ
δὲ
χερσὶ
δοῦρʼ
ἔχεν
·
οὔ
κέν
τίς
μιν
ἐρύκακεν
ἀντιβολήσας
465
νόσφι
θεῶν
ὅτʼ
ἐσᾶλτο
πύλας
·
πυρὶ
δʼ
ὄσσε
δεδήει
.
κέκλετο
δὲ
Τρώεσσιν
ἑλιξάμενος
καθʼ
ὅμιλον
τεῖχος
ὑπερβαίνειν
·
τοὶ
δʼ
ὀτρύνοντι
πίθοντο
.
αὐτίκα
δʼ
οἳ
μὲν
τεῖχος
ὑπέρβασαν
,
οἳ
δὲ
κατʼ
αὐτὰς
ποιητὰς
ἐσέχυντο
πύλας
·
Δαναοὶ
δὲ
φόβηθεν
470
νῆας
ἀνὰ
γλαφυράς
,
ὅμαδος
δʼ
ἀλίαστος
ἐτύχθη
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.