τώ
γʼ
ὣς
βουλεύσαντε
διέτμαγεν
·
ἣ
μὲν
ἔπειτα
εἰς
ἅλα
ἆλτο
βαθεῖαν
ἀπʼ
αἰγλήεντος
Ὀλύμπου
,
Ζεὺς
δὲ
ἑὸν
πρὸς
δῶμα
·
θεοὶ
δʼ
ἅμα
πάντες
ἀνέσταν
ἐξ
ἑδέων
σφοῦ
πατρὸς
ἐναντίον
·
οὐδέ
τις
ἔτλη
μεῖναι
ἐπερχόμενον
,
ἀλλʼ
ἀντίοι
ἔσταν
ἅπαντες
.
535
ὣς
ὃ
μὲν
ἔνθα
καθέζετʼ
ἐπὶ
θρόνου
·
οὐδέ
μιν
Ἥρη
ἠγνοίησεν
ἰδοῦσʼ
ὅτι
οἱ
συμφράσσατο
βουλὰς
ἀργυρόπεζα
Θέτις
θυγάτηρ
ἁλίοιο
γέροντος
.
αὐτίκα
κερτομίοισι
Δία
Κρονίωνα
προσηύδα
·
τίς
δʼ
αὖ
τοι
δολομῆτα
θεῶν
συμφράσσατο
βουλάς
;
540
αἰεί
τοι
φίλον
ἐστὶν
ἐμεῦ
ἀπὸ
νόσφιν
ἐόντα
κρυπτάδια
φρονέοντα
δικαζέμεν
·
οὐδέ
τί
πώ
μοι
πρόφρων
τέτληκας
εἰπεῖν
ἔπος
ὅττι
νοήσῃς
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
·
Ἥρη
μὴ
δὴ
πάντας
ἐμοὺς
ἐπιέλπεο
μύθους
545
εἰδήσειν
·
χαλεποί
τοι
ἔσοντʼ
ἀλόχῳ
περ
ἐούσῃ
·
ἀλλʼ
ὃν
μέν
κʼ
ἐπιεικὲς
ἀκουέμεν
οὔ
τις
ἔπειτα
οὔτε
θεῶν
πρότερος
τὸν
εἴσεται
οὔτʼ
ἀνθρώπων
·
ὃν
δέ
κʼ
ἐγὼν
ἀπάνευθε
θεῶν
ἐθέλωμι
νοῆσαι
μή
τι
σὺ
ταῦτα
ἕκαστα
διείρεο
μηδὲ
μετάλλα
.
550
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
·
αἰνότατε
Κρονίδη
ποῖον
τὸν
μῦθον
ἔειπες
;
καὶ
λίην
σε
πάρος
γʼ
οὔτʼ
εἴρομαι
οὔτε
μεταλλῶ
,
ἀλλὰ
μάλʼ
εὔκηλος
τὰ
φράζεαι
ἅσσʼ
ἐθέλῃσθα
.
νῦν
δʼ
αἰνῶς
δείδοικα
κατὰ
φρένα
μή
σε
παρείπῃ
555
ἀργυρόπεζα
Θέτις
θυγάτηρ
ἁλίοιο
γέροντος
·
ἠερίη
γὰρ
σοί
γε
παρέζετο
καὶ
λάβε
γούνων
·
τῇ
σʼ
ὀΐω
κατανεῦσαι
ἐτήτυμον
ὡς
Ἀχιλῆα
τιμήσῃς
,
ὀλέσῃς
δὲ
πολέας
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
560
δαιμονίη
αἰεὶ
μὲν
ὀΐεαι
οὐδέ
σε
λήθω
·
πρῆξαι
δʼ
ἔμπης
οὔ
τι
δυνήσεαι
,
ἀλλʼ
ἀπὸ
θυμοῦ
μᾶλλον
ἐμοὶ
ἔσεαι
·
τὸ
δέ
τοι
καὶ
ῥίγιον
ἔσται
.
εἰ
δʼ
οὕτω
τοῦτʼ
ἐστὶν
ἐμοὶ
μέλλει
φίλον
εἶναι
·
ἀλλʼ
ἀκέουσα
κάθησο
,
ἐμῷ
δʼ
ἐπιπείθεο
μύθῳ
,
565
μή
νύ
τοι
οὐ
χραίσμωσιν
ὅσοι
θεοί
εἰσʼ
ἐν
Ὀλύμπῳ
ἆσσον
ἰόνθʼ
,
ὅτε
κέν
τοι
ἀάπτους
χεῖρας
ἐφείω
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.