ἔνθά
κεν
αὖτε
Τρῶες
ἀρηϊφίλων
ὑπʼ
Ἀχαιῶν
Ἴλιον
εἰσανέβησαν
ἀναλκείῃσι
δαμέντες
,
320
Ἀργεῖοι
δέ
κε
κῦδος
ἕλον
καὶ
ὑπὲρ
Διὸς
αἶσαν
κάρτεϊ
καὶ
σθένεϊ
σφετέρῳ
·
ἀλλʼ
αὐτὸς
Ἀπόλλων
Αἰνείαν
ὄτρυνε
δέμας
Περίφαντι
ἐοικὼς
κήρυκι
Ἠπυτίδῃ
,
ὅς
οἱ
παρὰ
πατρὶ
γέροντι
κηρύσσων
γήρασκε
φίλα
φρεσὶ
μήδεα
εἰδώς
·
325
τῷ
μιν
ἐεισάμενος
προσέφη
Διὸς
υἱὸς
Ἀπόλλων
·
Αἰνεία
πῶς
ἂν
καὶ
ὑπὲρ
θεὸν
εἰρύσσαισθε
Ἴλιον
αἰπεινήν
;
ὡς
δὴ
ἴδον
ἀνέρας
ἄλλους
κάρτεΐ
τε
σθένεΐ
τε
πεποιθότας
ἠνορέῃ
τε
πλήθεΐ
τε
σφετέρῳ
καὶ
ὑπερδέα
δῆμον
ἔχοντας
·
330
ἡμῖν
δὲ
Ζεὺς
μὲν
πολὺ
βούλεται
ἢ
Δαναοῖσι
νίκην
·
ἀλλʼ
αὐτοὶ
τρεῖτʼ
ἄσπετον
οὐδὲ
μάχεσθε
.
ὣς
ἔφατʼ
,
Αἰνείας
δʼ
ἑκατηβόλον
Ἀπόλλωνα
ἔγνω
ἐς
ἄντα
ἰδών
,
μέγα
δʼ
Ἕκτορα
εἶπε
βοήσας
·
Ἕκτόρ
τʼ
ἠδʼ
ἄλλοι
Τρώων
ἀγοὶ
ἠδʼ
ἐπικούρων
335
αἰδὼς
μὲν
νῦν
ἥδε
γʼ
ἀρηϊφίλων
ὑπʼ
Ἀχαιῶν
Ἴλιον
εἰσαναβῆναι
ἀναλκείῃσι
δαμέντας
.
ἀλλʼ
ἔτι
γάρ
τίς
φησι
θεῶν
ἐμοὶ
ἄγχι
παραστὰς
Ζῆν
ʼ
ὕπατον
μήστωρα
μάχης
ἐπιτάρροθον
εἶναι
·
τώ
ῥʼ
ἰθὺς
Δαναῶν
ἴομεν
,
μηδʼ
οἵ
γε
ἕκηλοι
340
Πάτροκλον
νηυσὶν
πελασαίατο
τεθνηῶτα
.
ὣς
φάτο
,
καί
ῥα
πολὺ
προμάχων
ἐξάλμενος
ἔστη
·
οἳ
δʼ
ἐλελίχθησαν
καὶ
ἐναντίοι
ἔσταν
Ἀχαιῶν
.
ἔνθʼ
αὖτʼ
Αἰνείας
Λειώκριτον
οὔτασε
δουρὶ
υἱὸν
Ἀρίσβαντος
Λυκομήδεος
ἐσθλὸν
ἑταῖρον
.
345
τὸν
δὲ
πεσόντʼ
ἐλέησεν
ἀρηΐφιλος
Λυκομήδης
,
στῆ
δὲ
μάλʼ
ἐγγὺς
ἰών
,
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
,
καὶ
βάλεν
Ἱππασίδην
Ἀπισάονα
ποιμένα
λαῶν
ἧπαρ
ὑπὸ
πραπίδων
,
εἶθαρ
δʼ
ὑπὸ
γούνατʼ
ἔλυσεν
,
ὅς
ῥʼ
ἐκ
Παιονίης
ἐριβώλακος
εἰληλούθει
,
350
καὶ
δὲ
μετʼ
Ἀστεροπαῖον
ἀριστεύεσκε
μάχεσθαι
.
τὸν
δὲ
πεσόντʼ
ἐλέησεν
ἀρήϊος
Ἀστεροπαῖος
,
ἴθυσεν
δὲ
καὶ
ὃ
πρόφρων
Δαναοῖσι
μάχεσθαι
·
ἀλλʼ
οὔ
πως
ἔτι
εἶχε
·
σάκεσσι
γὰρ
ἔρχατο
πάντῃ
ἑσταότες
περὶ
Πατρόκλῳ
,
πρὸ
δὲ
δούρατʼ
ἔχοντο
.
355
Αἴας
γὰρ
μάλα
πάντας
ἐπῴχετο
πολλὰ
κελεύων
·
οὔτέ
τινʼ
ἐξοπίσω
νεκροῦ
χάζεσθαι
ἀνώγει
οὔτέ
τινα
προμάχεσθαι
Ἀχαιῶν
ἔξοχον
ἄλλων
,
ἀλλὰ
μάλʼ
ἀμφʼ
αὐτῷ
βεβάμεν
,
σχεδόθεν
δὲ
μάχεσθαι
.
ὣς
Αἴας
ἐπέτελλε
πελώριος
,
αἵματι
δὲ
χθὼν
360
δεύετο
πορφυρέῳ
,
τοὶ
δʼ
ἀγχιστῖνοι
ἔπιπτον
νεκροὶ
ὁμοῦ
Τρώων
καὶ
ὑπερμενέων
ἐπικούρων
καὶ
Δαναῶν
·
οὐδʼ
οἳ
γὰρ
ἀναιμωτί
γε
μάχοντο
,
παυρότεροι
δὲ
πολὺ
φθίνυθον
·
μέμνηντο
γὰρ
αἰεὶ
ἀλλήλοις
ἀνʼ
ὅμιλον
ἀλεξέμεναι
φόνον
αἰπύν
.
365
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.