ὅν
τινα
μὲν
βασιλῆα
καὶ
ἔξοχον
ἄνδρα
κιχείη
τὸν
δʼ
ἀγανοῖς
ἐπέεσσιν
ἐρητύσασκε
παραστάς
·
δαιμόνιʼ
οὔ
σε
ἔοικε
κακὸν
ὣς
δειδίσσεσθαι
,
190
ἀλλʼ
αὐτός
τε
κάθησο
καὶ
ἄλλους
ἵδρυε
λαούς
·
οὐ
γάρ
πω
σάφα
οἶσθʼ
οἷος
νόος
Ἀτρεΐωνος
·
νῦν
μὲν
πειρᾶται
,
τάχα
δʼ
ἴψεται
υἷας
Ἀχαιῶν
.
ἐν
βουλῇ
δʼ
οὐ
πάντες
ἀκούσαμεν
οἷον
ἔειπε
.
μή
τι
χολωσάμενος
ῥέξῃ
κακὸν
υἷας
Ἀχαιῶν
·
195
θυμὸς
δὲ
μέγας
ἐστὶ
διοτρεφέων
βασιλήων
,
τιμὴ
δʼ
ἐκ
Διός
ἐστι
,
φιλεῖ
δέ
ἑ
μητίετα
Ζεύς
.
ὃν
δʼ
αὖ
δήμου
τʼ
ἄνδρα
ἴδοι
βοόωντά
τʼ
ἐφεύροι
,
τὸν
σκήπτρῳ
ἐλάσασκεν
ὁμοκλήσασκέ
τε
μύθῳ
·
δαιμόνιʼ
ἀτρέμας
ἧσο
καὶ
ἄλλων
μῦθον
ἄκουε
,
200
οἳ
σέο
φέρτεροί
εἰσι
,
σὺ
δʼ
ἀπτόλεμος
καὶ
ἄναλκις
οὔτέ
ποτʼ
ἐν
πολέμῳ
ἐναρίθμιος
οὔτʼ
ἐνὶ
βουλῇ
·
οὐ
μέν
πως
πάντες
βασιλεύσομεν
ἐνθάδʼ
Ἀχαιοί
·
οὐκ
ἀγαθὸν
πολυκοιρανίη
·
εἷς
κοίρανος
ἔστω
,
εἷς
βασιλεύς
,
ᾧ
δῶκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
205
σκῆπτρόν
τʼ
ἠδὲ
θέμιστας
,
ἵνά
σφισι
βουλεύῃσι
.
ὣς
ὅ
γε
κοιρανέων
δίεπε
στρατόν
·
οἳ
δʼ
ἀγορὴν
δὲ
αὖτις
ἐπεσσεύοντο
νεῶν
ἄπο
καὶ
κλισιάων
ἠχῇ
,
ὡς
ὅτε
κῦμα
πολυφλοίσβοιο
θαλάσσης
αἰγιαλῷ
μεγάλῳ
βρέμεται
,
σμαραγεῖ
δέ
τε
πόντος
.
210
ἄλλοι
μέν
ῥʼ
ἕζοντο
,
ἐρήτυθεν
δὲ
καθʼ
ἕδρας
·
Θερσίτης
δʼ
ἔτι
μοῦνος
ἀμετροεπὴς
ἐκολῴα
,
ὃς
ἔπεα
φρεσὶν
ᾗσιν
ἄκοσμά
τε
πολλά
τε
ᾔδη
μάψ
,
ἀτὰρ
οὐ
κατὰ
κόσμον
,
ἐριζέμεναι
βασιλεῦσιν
,
ἀλλʼ
ὅ
τι
οἱ
εἴσαιτο
γελοίϊον
Ἀργείοισιν
215
ἔμμεναι
·
αἴσχιστος
δὲ
ἀνὴρ
ὑπὸ
Ἴλιον
ἦλθε
·
φολκὸς
ἔην
,
χωλὸς
δʼ
ἕτερον
πόδα
·
τὼ
δέ
οἱ
ὤμω
κυρτὼ
ἐπὶ
στῆθος
συνοχωκότε
·
αὐτὰρ
ὕπερθε
φοξὸς
ἔην
κεφαλήν
,
ψεδνὴ
δʼ
ἐπενήνοθε
λάχνη
.
ἔχθιστος
δʼ
Ἀχιλῆϊ
μάλιστʼ
ἦν
ἠδʼ
Ὀδυσῆϊ
·
220
τὼ
γὰρ
νεικείεσκε
·
τότʼ
αὖτʼ
Ἀγαμέμνονι
δίῳ
ὀξέα
κεκλήγων
λέγʼ
ὀνείδεα
·
τῷ
δʼ
ἄρʼ
Ἀχαιοὶ
ἐκπάγλως
κοτέοντο
νεμέσσηθέν
τʼ
ἐνὶ
θυμῷ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.