εἰσωποὶ
δʼ
ἐγένοντο
νεῶν
,
περὶ
δʼ
ἔσχεθον
ἄκραι
νῆες
ὅσαι
πρῶται
εἰρύατο
·
τοὶ
δʼ
ἐπέχυντο
.
Ἀργεῖοι
δὲ
νεῶν
μὲν
ἐχώρησαν
καὶ
ἀνάγκῃ
655
τῶν
πρωτέων
,
αὐτοῦ
δὲ
παρὰ
κλισίῃσιν
ἔμειναν
ἁθρόοι
,
οὐδὲ
κέδασθεν
ἀνὰ
στρατόν
·
ἴσχε
γὰρ
αἰδὼς
καὶ
δέος
·
ἀζηχὲς
γὰρ
ὁμόκλεον
ἀλλήλοισι
.
Νέστωρ
αὖτε
μάλιστα
Γερήνιος
οὖρος
Ἀχαιῶν
λίσσεθʼ
ὑπὲρ
τοκέων
γουνούμενος
ἄνδρα
ἕκαστον
·
660
ὦ
φίλοι
ἀνέρες
ἔστε
καὶ
αἰδῶ
θέσθʼ
ἐνὶ
θυμῷ
ἄλλων
ἀνθρώπων
,
ἐπὶ
δὲ
μνήσασθε
ἕκαστος
παίδων
ἠδʼ
ἀλόχων
καὶ
κτήσιος
ἠδὲ
τοκήων
,
ἠμὲν
ὅτεῳ
ζώουσι
καὶ
ᾧ
κατατεθνήκασι
·
τῶν
ὕπερ
ἐνθάδʼ
ἐγὼ
γουνάζομαι
οὐ
παρεόντων
665
ἑστάμεναι
κρατερῶς
,
μὴ
δὲ
τρωπᾶσθε
φόβον
δέ
.
ὣς
εἰπὼν
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
τοῖσι
δʼ
ἀπʼ
ὀφθαλμῶν
νέφος
ἀχλύος
ὦσεν
Ἀθήνη
θεσπέσιον
·
μάλα
δέ
σφι
φόως
γένετʼ
ἀμφοτέρωθεν
ἠμὲν
πρὸς
νηῶν
καὶ
ὁμοιΐου
πολέμοιο
.
670
Ἕκτορα
δὲ
φράσσαντο
βοὴν
ἀγαθὸν
καὶ
ἑταίρους
,
ἠμὲν
ὅσοι
μετόπισθεν
ἀφέστασαν
οὐδὲ
μάχοντο
,
ἠδʼ
ὅσσοι
παρὰ
νηυσὶ
μάχην
ἐμάχοντο
θοῇσιν
.
οὐδʼ
ἄρʼ
ἔτʼ
Αἴαντι
μεγαλήτορι
ἥνδανε
θυμῷ
ἑστάμεν
ἔνθά
περ
ἄλλοι
ἀφέστασαν
υἷες
Ἀχαιῶν
·
675
ἀλλʼ
ὅ
γε
νηῶν
ἴκριʼ
ἐπῴχετο
μακρὰ
βιβάσθων
,
νώμα
δὲ
ξυστὸν
μέγα
ναύμαχον
ἐν
παλάμῃσι
κολλητὸν
βλήτροισι
δυωκαιεικοσίπηχυ
.
ὡς
δʼ
ὅτʼ
ἀνὴρ
ἵπποισι
κελητίζειν
ἐῢ
εἰδώς
,
ὅς
τʼ
ἐπεὶ
ἐκ
πολέων
πίσυρας
συναείρεται
ἵππους
,
680
σεύας
ἐκ
πεδίοιο
μέγα
προτὶ
ἄστυ
δίηται
λαοφόρον
καθʼ
ὁδόν
·
πολέες
τέ
ἑ
θηήσαντο
ἀνέρες
ἠδὲ
γυναῖκες
·
ὃ
δʼ
ἔμπεδον
ἀσφαλὲς
αἰεὶ
θρῴσκων
ἄλλοτʼ
ἐπʼ
ἄλλον
ἀμείβεται
,
οἳ
δὲ
πέτονται
·
ὣς
Αἴας
ἐπὶ
πολλὰ
θοάων
ἴκρια
νηῶν
685
φοίτα
μακρὰ
βιβάς
,
φωνὴ
δέ
οἱ
αἰθέρʼ
ἵκανεν
,
αἰεὶ
δὲ
σμερδνὸν
βοόων
Δαναοῖσι
κέλευε
νηυσί
τε
καὶ
κλισίῃσιν
ἀμυνέμεν
.
οὐδὲ
μὲν
Ἕκτωρ
μίμνεν
ἐνὶ
Τρώων
ὁμάδῳ
πύκα
θωρηκτάων
·
ἀλλʼ
ὥς
τʼ
ὀρνίθων
πετεηνῶν
αἰετὸς
αἴθων
690
ἔθνος
ἐφορμᾶται
ποταμὸν
πάρα
βοσκομενάων
χηνῶν
ἢ
γεράνων
ἢ
κύκνων
δουλιχοδείρων
,
ὣς
Ἕκτωρ
ἴθυσε
νεὸς
κυανοπρῴροιο
ἀντίος
ἀΐξας
·
τὸν
δὲ
Ζεὺς
ὦσεν
ὄπισθε
χειρὶ
μάλα
μεγάλῃ
,
ὄτρυνε
δὲ
λαὸν
ἅμʼ
αὐτῷ
.
695
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.