τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
Ἥρη
κεῖσε
μὲν
ἔστι
καὶ
ὕστερον
ὁρμηθῆναι
,
νῶϊ
δʼ
ἄγʼ
ἐν
φιλότητι
τραπείομεν
εὐνηθέντε
.
οὐ
γάρ
πώ
ποτέ
μʼ
ὧδε
θεᾶς
ἔρος
οὐδὲ
γυναικὸς
315
θυμὸν
ἐνὶ
στήθεσσι
περιπροχυθεὶς
ἐδάμασσεν
,
οὐδʼ
ὁπότʼ
ἠρασάμην
Ἰξιονίης
ἀλόχοιο
,
ἣ
τέκε
Πειρίθοον
θεόφιν
μήστωρʼ
ἀτάλαντον
·
οὐδʼ
ὅτε
περ
Δανάης
καλλισφύρου
Ἀκρισιώνης
,
ἣ
τέκε
Περσῆα
πάντων
ἀριδείκετον
ἀνδρῶν
·
320
οὐδʼ
ὅτε
Φοίνικος
κούρης
τηλεκλειτοῖο
,
ἣ
τέκε
μοι
Μίνων
τε
καὶ
ἀντίθεον
Ῥαδάμανθυν
·
οὐδʼ
ὅτε
περ
Σεμέλης
οὐδʼ
Ἀλκμήνης
ἐνὶ
Θήβῃ
,
ἥ
ῥʼ
Ἡρακλῆα
κρατερόφρονα
γείνατο
παῖδα
·
ἣ
δὲ
Διώνυσον
Σεμέλη
τέκε
χάρμα
βροτοῖσιν
·
325
οὐδʼ
ὅτε
Δήμητρος
καλλιπλοκάμοιο
ἀνάσσης
,
οὐδʼ
ὁπότε
Λητοῦς
ἐρικυδέος
,
οὐδὲ
σεῦ
αὐτῆς
,
ὡς
σέο
νῦν
ἔραμαι
καί
με
γλυκὺς
ἵμερος
αἱρεῖ
.
τὸν
δὲ
δολοφρονέουσα
προσηύδα
πότνια
Ἥρη
·
αἰνότατε
Κρονίδη
ποῖον
τὸν
μῦθον
ἔειπες
.
330
εἰ
νῦν
ἐν
φιλότητι
λιλαίεαι
εὐνηθῆναι
Ἴδης
ἐν
κορυφῇσι
,
τὰ
δὲ
προπέφανται
ἅπαντα
·
πῶς
κʼ
ἔοι
εἴ
τις
νῶϊ
θεῶν
αἰειγενετάων
εὕδοντʼ
ἀθρήσειε
,
θεοῖσι
δὲ
πᾶσι
μετελθὼν
πεφράδοι
;
οὐκ
ἂν
ἔγωγε
τεὸν
πρὸς
δῶμα
νεοίμην
335
ἐξ
εὐνῆς
ἀνστᾶσα
,
νεμεσσητὸν
δέ
κεν
εἴη
.
ἀλλʼ
εἰ
δή
ῥʼ
ἐθέλεις
καί
τοι
φίλον
ἔπλετο
θυμῷ
,
ἔστιν
τοι
θάλαμος
,
τόν
τοι
φίλος
υἱὸς
ἔτευξεν
Ἥφαιστος
,
πυκινὰς
δὲ
θύρας
σταθμοῖσιν
ἐπῆρσεν
·
ἔνθʼ
ἴομεν
κείοντες
,
ἐπεί
νύ
τοι
εὔαδεν
εὐνή
.
340
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
Ἥρη
μήτε
θεῶν
τό
γε
δείδιθι
μήτέ
τινʼ
ἀνδρῶν
ὄψεσθαι
·
τοῖόν
τοι
ἐγὼ
νέφος
ἀμφικαλύψω
χρύσεον
·
οὐδʼ
ἂν
νῶϊ
διαδράκοι
Ἠέλιός
περ
,
οὗ
τε
καὶ
ὀξύτατον
πέλεται
φάος
εἰσοράασθαι
.
345
ἦ
ῥα
καὶ
ἀγκὰς
ἔμαρπτε
Κρόνου
παῖς
ἣν
παράκοιτιν
·
τοῖσι
δʼ
ὑπὸ
χθὼν
δῖα
φύεν
νεοθηλέα
ποίην
,
λωτόν
θʼ
ἑρσήεντα
ἰδὲ
κρόκον
ἠδʼ
ὑάκινθον
πυκνὸν
καὶ
μαλακόν
,
ὃς
ἀπὸ
χθονὸς
ὑψόσʼ
ἔεργε
.
τῷ
ἔνι
λεξάσθην
,
ἐπὶ
δὲ
νεφέλην
ἕσσαντο
350
καλὴν
χρυσείην
·
στιλπναὶ
δʼ
ἀπέπιπτον
ἔερσαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.