Δηιόκεω δὲ παῖς γίνεται Φραόρτης , ὃς τελευτήσαντος Δηιόκεω , βασιλεύσαντος τρία καὶ πεντήκοντα ἔτεα , παρεδέξατο τὴν ἀρχήν , παραδεξάμενος δὲ οὐκ ἀπεχρᾶτο μούνων Μήδων ἄρχειν , ἀλλὰ στρατευσάμενος ἐπὶ τοὺς Πέρσας πρώτοισί τε τούτοισι ἐπεθήκατο καὶ πρώτους Μήδων ὑπηκόους ἐποίησε .
μετὰ δὲ ἔχων δύο ταῦτα ἔθνεα καὶ ἀμφότερα ἰσχυρά , κατεστρέφετο τὴν Ἀσίην ἀπʼ ἄλλου ἐπʼ ἄλλο ἰὼν ἔθνος , ἐς ὃ στρατευσάμενος ἐπὶ τοὺς Ἀσσυρίους καὶ Ἀσσυρίων , τούτους οἳ Νίνον εἶχον καὶ ἦρχον πρότερον πάντων , τότε δὲ ἦσαν μεμουνωμένοι μὲν συμμάχων ἅτε ἀπεστεώτων , ἄλλως μέντοι ἑωυτῶν εὖ ἥκοντες , ἐπὶ τούτους δὴ στρατευσάμενος ὁ Φραόρτης αὐτός τε διεφθάρη , ἄρξας δύο καὶ εἴκοσι ἔτεα , καὶ ὁ στρατὸς αὐτοῦ ὁ πολλός .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.