ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον , τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες · δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ παρὰ σφέας ἀπικέσθαι ,
ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι , καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι , καί σφεας ἐκ τούτου ποιῆσαι . τὴν
δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν · ἔστι δὲ καὶ τοῦτο Διός . Δωδωναίων δὲ αἱ ἱρεῖαι , τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια , τῇ δὲ μετὰ ταύτην Τιμαρέτη , τῇ δὲ νεωτάτῃ Νικάνδρη , ἔλεγον ταῦτα · συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.