τῶν μέν νυν ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡς οὐκ ἀναγκαζόμενος , Ἀρτεμισίης δὲ τῆς μάλιστα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα στρατευσαμένης γυναικός · ἥτις ἀποθανόντος τοῦ ἀνδρὸς αὐτή τε ἔχουσα τὴν τυραννίδα καὶ παιδὸς ὑπάρχοντος νεηνίεω ὑπὸ λήματός τε καὶ ἀνδρηίης ἐστρατεύετο , οὐδεμιῆς οἱ ἐούσης ἀναγκαίης .
οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμισίη , θυγάτηρ δὲ ἦν Λυγδάμιος , γένος δὲ ἐξ Ἁλικαρνησσοῦ τὰ πρὸς πατρός , τὰ μητρόθεν δὲ Κρῆσσα . ἡγεμόνευε δὲ Ἁλικαρνησσέων τε καὶ Κῴων καὶ Νισυρίων τε καὶ Καλυδνίων , πέντε νέας παρεχομένη . καὶ
συναπάσης τῆς στρατιῆς , μετά γε τὰς Σιδωνίων , νέας εὐδοξοτάτας παρείχετο , πάντων τε τῶν συμμάχων γνώμας ἀρίστας βασιλέι ἀπεδέξατο . τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν , τὸ ἔθνος ἀποφαίνω πᾶν ἐὸν Δωρικόν , Ἁλικαρνησσέας μὲν Τροιζηνίους , τοὺς δὲ ἄλλους Ἐπιδαυρίους . ἐς μὲν τοσόνδε ὁ ναυτικὸς στρατὸς εἴρηται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.