τοῦτον δʼ ἔγωγε τὸν χρησμόν , τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν , ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον , ἀλλʼ οὐκ ἐς Πέρσας . ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα ,
ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίῳ ἔχοντα οἶδα ἐς Πέρσας . ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος .τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ1Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν ,1τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε1τοξοφόρων Μήδων , ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ ,1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.