τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται ὑπὸ Θηβαίων · ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν , περιστρωφώμενον πάντα τὰ χρηστήρια , καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ τέμενος . τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον , ἔστι δὲ Θηβαίων , κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ ἀγχοτάτω Ἀκραιφίης πόλιος .
ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν , ἕπεσθαι δέ οἱ τῶν ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψομένους τὰ θεσπιέειν ἔμελλε , καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώσσῃ χρᾶν . καὶ
τοὺς μὲν ἑπομένους τῶν Θηβαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης ἀντὶ Ἑλλάδος , οὐδὲ ἔχειν ὅ τι χρήσωνται τῷ παρεόντι πρήγματι · τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάσαντα παρʼ αὐτῶν τὴν ἐφέροντο δέλτον , τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς αὐτήν , φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν , συγγραψάμενον δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.