ἡ δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη , οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην , εἰ περίρρυτος ἐστί · μήκεϊ δὲ γινώσκεται παρʼ ἀμφοτέρας παρήκουσα .
οὐδʼ ἔχω συμβαλέσθαι ἐπʼ ὅτευ μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν , καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος (οἳ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσι) , οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι , καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας . ἤδη
γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος , ἡ δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην . καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί , φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην , ἀλλʼ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης · ἀπʼ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα . ἡ
δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων , οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο , οὔτε ὅστις οἱ ἦν ὁ θέμενος φαίνεται , εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην · πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι . ἀλλʼ
αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται , ἀλλʼ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην , ἐκ Κρήτης δὲ ἐς Λυκίην . ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω · τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.