ἐστρατεύοντο δὲ οἵδε · ἐκ μὲν Πελοποννήσου Λακεδαιμόνιοι ἑκκαίδεκα νέας παρεχόμενοι , Κορίνθιοι δὲ τὸ αὐτὸ πλήρωμα παρεχόμενοι καὶ ἐπʼ Ἀρτεμισίῳ · Σικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέας , Ἐπιδαύριοι δὲ δέκα , Τροιζήνιοι δὲ πέντε , Ἑρμιονέες δὲ τρεῖς , ἐόντες οὗτοι πλὴν Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνος , ἐξ Ἐρινεοῦ τε καὶ Πίνδου καὶ τῆς Δρυοπίδος ὕστατα ὁρμηθέντες . οἱ δὲ Ἑρμιονέες εἰσὶ Δρύοπες , ὑπὸ Ἡρακλέος τε καὶ Μηλιέων ἐκ τῆς νῦν Δωρίδος καλεομένης χώρης ἐξαναστάντες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.