προστάξας δὲ ταῦτα εἶπε , καλέσας ἐς ὄψιν Ἱστιαῖον τὸν Μιλήσιον , τὸν ὁ Δαρεῖος κατεῖχε χρόνον ἤδη πολλόν , πυνθάνομαι Ἱστιαῖε ἐπίτροπον τὸν σόν , τῷ σὺ Μίλητον ἐπέτρεψας , νεώτερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα · ἄνδρας γάρ μοι ἐκ τῆς ἑτέρης ἠπείρου ἐπαγαγών , καὶ Ἴωνας σὺν αὐτοῖσι τοὺς δώσοντας ἐμοὶ δίκην τῶν ἐποίησαν , τούτους ἀναγνώσας ἅμα ἐκείνοισι ἕπεσθαι , Σαρδίων με ἀπεστέρησε . νῦν ὦν κῶς τοι ταῦτα φαίνεται ἔχειν καλῶς ;
κῶς δὲ ἄνευ τῶν σῶν βουλευμάτων τούτων τι ἐπρήχθη ; ὅρα μὴ ἐξ ὑστέρης σεωυτὸν ἐν αἰτίῃ σχῇς .
εἶπε πρὸς ταῦτα Ἱστιαῖος βασιλεῦ , κοῖον ἐφθέγξαο ἔπος , ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι ἢ μέγα ἢ σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν ; τί δʼ ἂν ἐπιδιζήμενος ποιέοιμι ταῦτα , τεῦ δὲ ἐνδεὴς ἐών ; τῷ πάρα μὲν πάντα ὅσα περ σοί , πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι .
ἀλλʼ εἴ περ τι τοιοῦτον οἷον σὺ εἴρηκας πρήσσει ὁ ἐμὸς ἐπίτροπος , ἴσθι αὐτὸν ἐπʼ ἑωυτοῦ βαλόμενον πεποιηκέναι . ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον , ὅκως τι Μιλήσιοι καὶ ὁ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά . εἰ δʼ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας ὦ βασιλεῦ , μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας .
Ἴωνες γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον · ἐμέο δʼ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε . νῦν ὦν ὡς τάχος ἄπες με πορευθῆναι ἐς Ἰωνίην , ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ .
ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας , θεοὺς ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσασθαι τὸν ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην , πρὶν ἄν τοι Σαρδὼ νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.