ὡς δὲ ἡμέρη ἐγένετο , ἐσελθόντα τὸν βασιλέα ἐς τὸ οἴκημα ἐκπεπλῆχθαι ὁρῶντα τὸ σῶμα τοῦ φωρὸς ἐν τῇ πάγῃ ἄνευ τῆς κεφαλῆς ἐόν , τὸ δὲ οἴκημα ἀσινὲς καὶ οὔτε ἔσοδον οὔτε ἔκδυσιν οὐδεμίαν ἔχον . ἀπορεύμενον δέ μιν τάδε ποιῆσαι · τοῦ φωρὸς τὸν νέκυν κατὰ τοῦ τείχεος κατακρεμάσαι , φυλάκους δὲ αὐτοῦ καταστήσαντα ἐντείλασθαί σφι , τὸν ἂν ἴδωνται ἀποκλαύσαντα ἢ κατοικτισάμενον , συλλαβόντας ἄγειν πρὸς ἑωυτόν . ἀνακρεμαμένου
δὲ τοῦ νέκυος τὴν μητέρα δεινῶς φέρειν , λόγους δὲ πρὸς τὸν περιεόντα παῖδα ποιευμένην προστάσσειν αὐτῷ ὅτεῳ τρόπῳ δύναται μηχανᾶσθαι ὅκως τὸ σῶμα τοῦ ἀδελφεοῦ καταλύσας κομιεῖ · εἰ δὲ τούτων ἀμελήσει , διαπειλέειν αὐτὴν ὡς ἐλθοῦσα πρὸς τὸν βασιλέα μηνύσει αὐτὸν ἔχοντα τὰ χρήματα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.