κατὰ μὲν δὴ τὸν πρότερον πόλεμον συνεχέως αἰεὶ κακῶς ἀέθλεον πρὸς τοὺς Τεγεήτας , κατὰ δὲ τὸν κατὰ Κροῖσον χρόνον καὶ τὴν Ἀναξανδρίδεώ τε καὶ Ἀρίστωνος βασιληίην ἐν Λακεδαίμονι ἤδη οἱ Σπαρτιῆται κατυπέρτεροι τῷ πολέμῳ ἐγεγόνεσαν , τρόπῳ τοιῷδε γενόμενοι .
ἐπειδὴ αἰεὶ τῷ πολέμῳ ἑσσοῦντο ὑπὸ Τεγεητέων , πέμψαντες θεοπρόπους ἐς Δελφοὺς ἐπειρώτων τίνα ἂν θεῶν ἱλασάμενοι κατύπερθε τῷ πολέμῳ Τεγεητέων γενοίατο . ἡ δὲ Πυθίη σφι ἔχρησε τὰ Ὀρέστεω τοῦ Ἀγαμέμνονος ὀστέα ἐπαγαγομένους . ὡς
δὲ ἀνευρεῖν οὐκ οἷοί τε ἐγίνοντο τὴν θήκην τοῦ Ὀρέστεω ἔπεμπον αὖτις τὴν ἐς θεὸν ἐπειρησομένους τὸν χῶρον ἐν τῷ κέοιτο Ὀρέστης . εἰρωτῶσι δὲ ταῦτα τοῖσι θεοπρόποισι λέγει ἡ Πυθίη τάδε . ἔστι
τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ , ἔνθʼ1ἄνεμοι πνείουσι δύω κρατερῆς ὑπʼ ἀνάγκης , καὶ1τύπος ἀντίτυπος , καὶ πῆμʼ ἐπὶ πήματι κεῖται . ἔνθʼ1Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα , τὸν1σὺ κομισσάμενος Τεγέης ἐπιτάρροθος ἔσσῃ . ὡς1
δὲ καὶ ταῦτα ἤκουσαν οἱ Λακεδαιμόνιοι , ἀπεῖχον τῆς ἐξευρέσιος οὐδὲν ἔλασσον , πάντα διζήμενοι , ἐς οὗ δὴ Λίχης τῶν ἀγαθοεργῶν καλεομένων Σπαρτιητέων ἀνεῦρε , οἱ δὲ ἀγαθοεργοὶ εἰσὶ τῶν ἀστῶν , ἐξιόντες ἐκ τῶν ἱππέων αἰεὶ οἱ πρεσβύτατοι , πέντε ἔτεος ἑκάστου · τοὺς δεῖ τοῦτὸν τὸν ἐνιαυτόν , τὸν ἂν ἐξίωσι ἐκ τῶν ἱππέων , Σπαρτιητέων τῷ κοινῷ διαπεμπομένους μὴ ἐλινύειν ἄλλους ἄλλῃ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.