Γέλων μὲν δὴ ταῦτα προετείνετο , φθάσας δὲ ὁ Ἀθηναίων ἄγγελος τὸν Λακεδαιμονίων ἀμείβετό μιν τοῖσιδε . ὦ βασιλεῦ Συρηκοσίων , οὐκ ἡγεμόνος δεομένη ἡ Ἑλλὰς ἀπέπεμψε ἡμέας πρὸς σέ , ἀλλὰ στρατιῆς . σὺ δὲ ὅκως μὲν στρατιὴν πέμψεις μὴ ἡγεύμενος τῆς Ἑλλάδος οὐ προφαίνεις , ὡς δὲ στρατηγήσεις αὐτῆς γλίχεαι .
ὅσον μέν νυν παντὸς τοῦ Ἑλλήνων στρατοῦ ἐδέεο ἡγέεσθαι , ἐξήρκεε ἡμῖν τοῖσι Ἀθηναίοισι ἡσυχίην ἄγειν , ἐπισταμένοισι ὡς ὁ Λάκων ἱκανός τοι ἔμελλε ἔσεσθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενος · ἐπείτε δὲ ἁπάσης ἀπελαυνόμενος δέεαι τῆς ναυτικῆς ἄρχειν , οὕτω ἔχει τοι · οὐδʼ ἢν ὁ Λάκων ἐπιῇ τοι ἄρχειν αὐτῆς , ἡμεῖς ἐπήσομεν · ἡμετέρη γὰρ ἐστὶ αὕτη γε , μὴ αὐτῶν βουλομένων Λακεδαιμονίων . τούτοισι μὲν ὦν ἡγέεσθαι βουλομένοισι οὐκ ἀντιτείνομεν , ἄλλῳ δὲ παρήσομεν οὐδενὶ ναυαρχέειν .
μάτην γὰρ ἂν ὧδε πάραλον Ἑλλήνων στρατὸν πλεῖστον εἴημεν ἐκτημένοι , εἰ Συρηκοσίοισι ἐόντες Ἀθηναῖοι συγχωρήσομεν τῆς ἡγεμονίης , ἀρχαιότατον μὲν ἔθνος παρεχόμενοι , μοῦνοι δὲ ἐόντες οὐ μετανάσται Ἑλλήνων · τῶν καὶ Ὅμηρος ὁ ἐποποιὸς ἄνδρα ἄριστον ἔφησε ἐς Ἴλιον ἀπικέσθαι τάξαι τε καὶ διακοσμῆσαι στρατόν . οὕτω οὐκ ὄνειδος οὐδὲν ἡμῖν ἐστι λέγειν ταῦτα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.