Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε · ἦν ὀλιγαρχίη , καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν , ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων . Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή · οὔνομα δέ οἱ ἦν Λάβδα . ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι , ἴσχει Ἠετίων ὁ Ἐχεκράτεος , δήμου μὲν ἐὼν ἐκ Πέτρης , ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθης τε καὶ Καινείδης .
ἐκ
δέ
οἱ
ταύτης
τῆς
γυναικὸς
οὐδʼ
ἐξ
ἄλλης
παῖδες
ἐγίνοντο
.
ἐστάλη
ὦν
ἐς
Δελφοὺς
περὶ
γόνου
.
ἐσιόντα
δὲ
αὐτὸν
ἰθέως
ἡ
Πυθίη
προσαγορεύει
τοῖσιδε
τοῖσι
ἔπεσι
.
ταῦτα
χρησθέντα
τῷ
Ἠετίωνι
ἐξαγγέλλεταί
κως
τοῖσι
Βακχιάδῃσι
,
τοῖσι
τὸ
μὲν
πρότερον
γενόμενον
χρηστήριον
ἐς
Κόρινθον
ἦν
ἄσημον
,
φέρον
τε
ἐς
τὠυτὸ
καὶ
τὸ
τοῦ
Ἠετίωνος
καὶ
λέγον
ὧδε
.
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.