τὴν μὲν δὴ τυραννίδα οὕτω ἔσχον οἱ Μερμνάδαι τοὺς Ἡρακλείδας ἀπελόμενοι , Γύγης δὲ τυραννεύσας ἀπέπεμψε ἀναθήματα ἐς Δελφοὺς οὐκ ὀλίγα , ἀλλʼ ὅσα μὲν ἀργύρου ἀναθήματα , ἔστι οἱ πλεῖστα ἐν Δελφοῖσι , πάρεξ δὲ τοῦ ἀργύρου χρυσὸν ἄπλετον ἀνέθηκε ἄλλον τε καὶ τοῦ μάλιστα μνήμην ἄξιον ἔχειν ἐστί , κρητῆρες οἱ ἀριθμὸν ἓξ χρύσεοι ἀνακέαται .
ἑστᾶσι δὲ οὗτοι ἐν τῷ Κορινθίων θησαυρῷ , σταθμὸν ἔχοντες τριήκοντα τάλαντα · ἀληθέι δὲ λόγῳ χρεωμένῳ οὐ Κορινθίων τοῦ δημοσίου ἐστὶ ὁ θησαυρός , ἀλλὰ Κυψέλου τοῦ Ἠετίωνος . οὗτος δὲ ὁ Γύγης πρῶτος βαρβάρων τῶν ἡμεῖς ἴδμεν ἐς Δελφοὺς ἀνέθηκε ἀναθήματα μετὰ Μίδην τὸν Γορδίεω Φρυγίης βασιλέα . ἀνέθηκε
γὰρ δὴ καὶ Μίδης τὸν βασιλήιον θρόνον ἐς τὸν προκατίζων ἐδίκαζε , ἐόντα ἀξιοθέητον · κεῖται δὲ ὁ θρόνος οὗτος ἔνθα περ οἱ τοῦ Γύγεω κρητῆρες . ὁ δὲ χρυσός οὗτος καὶ ὁ ἄργυρος τὸν ὁ Γύγης ἀνέθηκε , ὑπὸ Δελφῶν καλέεται Γυγάδας ἐπὶ τοῦ ἀναθέντος ἐπωνυμίην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.