ὡς δὲ τυχεῖν τὸν βασιλέα ἀνοίξαντα τὸ οἴκημα , θωμάσαι ἰδόντα τῶν χρημάτων καταδεᾶ τὰ ἀγγήια , οὐκ ἔχειν δὲ ὅντινα ἐπαιτιᾶται , τῶν τε σημάντρων ἐόντων σόων καὶ τοῦ οἰκήματος κεκληιμένου . ὡς δὲ αὐτῷ καὶ δὶς καὶ τρὶς ἀνοίξαντι αἰεὶ ἐλάσσω φαίνεσθαι τὰ χρήματα (τοὺς γὰρ κλέπτας οὐκ ἀνιέναι κεραΐζοντας ) , ποιῆσαί μιν τάδε · πάγας προστάξαι ἐργάσασθαι καὶ ταύτας περὶ τὰ ἀγγήια ἐν τοῖσι τὰ χρήματα ἐνῆν στῆσαι . τῶν
δὲ φωρῶν ὥσπερ ἐν τῷ πρὸ τοῦ χρόνῳ ἐλθόντων καὶ ἐσδύντος τοῦ ἑτέρου αὐτῶν , ἐπεὶ πρὸς τὸ ἄγγος προσῆλθε , ἰθέως τῇ πάγῃ ἐνέχεσθαι . ὡς δὲ γνῶναι αὐτὸν ἐν οἵῳ κακῷ ἦν , ἰθέως καλέειν τὸν ἀδελφεὸν καὶ δηλοῦν αὐτῷ τὰ παρεόντα , καὶ κελεύειν τὴν ταχίστην ἐσδύντα ἀποταμεῖν αὐτοῦ τὴν κεφαλήν , ὅκως μὴ αὐτὸς ὀφθεὶς καὶ γνωρισθεὶς ὃς εἴη προσαπολέσῃ κἀκεῖνον . τῷ δὲ δόξαι εὖ λέγειν , καὶ ποιῆσαί μιν πεισθέντα ταῦτα , καὶ καταρμόσαντα τὸν λίθον ἀπιέναι ἐπʼ οἴκου , φέροντα τὴν κεφαλὴν τοῦ ἀδελφεοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.