Ξέρξης μὲν περιδεὴς γενόμενος τῇ ὄψι ἀνά τε ἔδραμε ἐκ τῆς κοίτης καὶ πέμπει ἄγγελον ἐπὶ Ἀρτάβανον καλέοντα · ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξης τάδε . Ἀρτάβανε , ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐσωφρόνεον εἴπας ἐς σὲ μάταια ἔπεα χρηστῆς εἵνεκα συμβουλίης ·
μετὰ μέντοι οὐ πολλὸν χρόνον μετέγνων , ἔγνων δὲ ταῦτα μοι ποιητέα ἐόντα τὰ σὺ ὑπεθήκαο . οὔκων δυνατός τοι εἰμὶ ταῦτα βουλόμενος ποιέειν · τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτέον ὄνειρον φαντάζεταί μοι οὐδαμῶς συνεπαινέον ποιέειν με ταῦτα · νῦν δὲ καὶ διαπειλῆσαν οἴχεται .
εἰ ὦν θεός ἐστι ὁ ἐπιπέμπων καί οἱ πάντως ἐν ἡδονῇ ἐστι γενέσθαι στρατηλασίην ἐπὶ Ἑλλάδα , ἐπιπτήσεται καὶ σοὶ τὠυτὸ τοῦτο ὄνειρον , ὁμοίως καὶ ἐμοὶ ἐντελλόμενον . εὑρίσκω δὲ ὧδʼ ἂν γινόμενα ταῦτα , εἰ λάβοις τὴν ἐμὴν σκευὴν πᾶσαν καὶ ἐνδὺς μετὰ τοῦτο ἵζοιο ἐς τὸν ἐμὸν θρόνον , καὶ ἔπειτα ἐν κοίτῃ τῇ ἐμῇ κατυπνώσειας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.