οἱ δὲ Αἰγύπτιοι ἐκ τῆς μάχης ὡς ἐτράποντο , ἔφευγον οὐδενὶ κόσμῳ · κατειληθέντων δὲ ἐς Μέμφιν , ἔπεμπε ἀνὰ ποταμὸν Καμβύσης νέα Μυτιληναίην κήρυκα ἄγουσαν ἄνδρα Πέρσην , ἐς ὁμολογίην προκαλεόμενος Αἰγυπτίους .
οἳ δὲ ἐπείτε τὴν νέα εἶδον ἐσελθοῦσαν ἐς τὴν Μέμφιν , ἐκχυθέντες ἁλέες ἐκ τοῦ τείχεος τήν τε νέα διέφθειραν καὶ τοὺς ἄνδρας κρεουργηδὸν διασπάσαντες ἐφόρεον ἐς τὸ τεῖχος . καὶ
Αἰγύπτιοι μὲν μετὰ τοῦτο πολιορκεύμενοι χρόνῳ παρέστησαν , οἱ δὲ προσεχέες Λίβυες δείσαντες τὰ περὶ τὴν Αἴγυπτον γεγονότα παρέδοσαν σφέας αὐτοὺς ἀμαχητὶ καὶ φόρον τε ἐτάξαντο καὶ δῶρα ἔπεμπον . ὣς δὲ Κυρηναῖοι καὶ Βαρκαῖοι , δείσαντες ὁμοίως καὶ οἱ Λίβυες , τοιαῦτα ἐποίησαν . Καμβύσης
δὲ τὰ μὲν παρὰ Λιβύων ἐλθόντα δῶρα φιλοφρόνως ἐδέξατο · τὰ δὲ παρὰ Κυρηναίων ἀπικόμενα μεμφθείς , ὡς ἐμοὶ δοκέει , ὅτι ἦν ὀλίγα · ἔπεμψαν γὰρ δὴ πεντακοσίας μνέας ἀργυρίου οἱ Κυρηναῖοι · ταύτας δρασσόμενος αὐτοχειρίῃ διέσπειρε τῇ στρατιῇ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.