οἱ δὲ Ἴωνες οὗτοι , τῶν καὶ τὸ Πανιώνιον ἐστί , τοῦ μὲν οὐρανοῦ καὶ τῶν ὡρέων ἐν τῷ καλλίστῳ ἐτύγχανον ἱδρυσάμενοι πόλιας πάντων ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ·
οὔτε γὰρ τὰ ἄνω αὐτῆς χωρία τὠυτὸ ποιέει τῇ Ἰωνίῃ οὔτε τὰ κάτω οὔτε τὰ πρὸς τὴν ἠῶ οὔτε τὰ πρὸς τὴν ἑσπέρην , τὰ μὲν ὑπὸ τοῦ ψυχροῦ τε καὶ ὑγροῦ πιεζόμενα , τὰ δὲ ὑπὸ τοῦ θερμοῦ τε καὶ αὐχμώδεος . γλῶσσαν
δὲ οὐ τὴν αὐτὴν οὗτοι νενομίκασι , ἀλλὰ τρόπους τέσσερας παραγωγέων . Μίλητος μὲν αὐτέων πρώτη κέεται πόλις πρὸς μεσαμβρίην , μετὰ δὲ Μυοῦς τε καὶ Πριήνη . αὗται
μὲν ἐν τῇ Καρίῃ κατοίκηνται κατὰ ταὐτὰ διαλεγόμεναι σφίσι , αἵδε δὲ ἐν τῇ Λυδίῃ , Ἔφεσος Κολοφὼν Λέβεδος Τέως Κλαζομεναὶ Φώκαια · αὗται δὲ αἱ πόλιες τῇσι πρότερον λεχθείσῃσι ὁμολογέουσι κατὰ γλῶσσαν οὐδέν , σφισι δὲ ὁμοφωνέουσι . ἔτι δὲ τρεῖς ὑπόλοιποι Ἰάδες πόλιες , τῶν αἱ δύο μὲν νήσους οἰκέαται , Σάμον τε καὶ Χίον , ἡ δὲ μία ἐν τῇ ἠπείρῳ ἵδρυται , Ἐρυθραί . Χῖοι μέν νυν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται , Σάμιοι δὲ ἐπʼ ἑωυτῶν μοῦνοι . οὗτοι χαρακτῆρες γλώσσης τέσσερες γίνονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.