καὶ Σάρδιες μὲν ἐνεπρήσθησαν , ἐν δὲ αὐτῇσι καὶ ἱρὸν ἐπιχωρίης θεοῦ Κυβήβης · τὸ σκηπτόμενοι οἱ Πέρσαι ὕστερον ἀντενεπίμπρασαν τὰ ἐν Ἕλλησι ἱρά . τότε δὲ οἱ Πέρσαι οἱ ἐντὸς Ἅλυος ποταμοῦ νομοὺς ἔχοντες , προπυνθανόμενοι ταῦτα , συνηλίζοντο καὶ ἐβοήθεον τοῖσι Λυδοῖσι .
καὶ κως ἐν μὲν Σάρδισι οὐκέτι ἐόντας τοὺς Ἴωνας εὑρίσκουσι , ἑπόμενοι δὲ κατὰ στίβον αἱρέουσι αὐτοὺς ἐν Ἐφέσῳ . καὶ ἀντετάχθησαν μὲν οἱ Ἴωνες , συμβαλόντες δὲ πολλὸν ἑσσώθησαν . καὶ
πολλοὺς αὐτῶν οἱ Πέρσαι φονεύουσι ἄλλους τε ὀνομαστούς , ἐν δὲ δὴ καὶ Εὐαλκίδην στρατηγέοντα Ἐρετριέων , στεφανηφόρους τε ἀγῶνας ἀναραιρηκότα καὶ ὑπὸ Σιμωνίδεω τοῦ Κηίου πολλὰ αἰνεθέντα · οἳ δὲ αὐτῶν ἀπέφυγον τὴν μάχην , ἐσκεδάσθησαν ἀνὰ τὰς πόλιας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.