καὶ τοῦτο μὲν ἐν Σάι τῇ Ἀθηναίῃ προπύλαια θωμάσια οἷα ἐξεποίησε , πολλὸν πάντας ὑπερβαλόμενος τῷ τε ὕψεϊ καὶ τῷ μεγάθεϊ , ὅσων τε τὸ μέγαθος λίθων ἐστὶ καὶ ὁκοίων τεῶν · τοῦτο δὲ κολοσσοὺς μεγάλους καὶ ἀνδρόσφιγγας περιμήκεας ἀνέθηκε , λίθους τε ἄλλους ἐς ἐπισκευὴν ὑπερφυέας τὸ μέγαθος ἐκόμισε .
ἠγάγετο δὲ τούτων τοὺς μὲν ἐκ τῶν κατὰ Μέμφιν ἐουσέων λιθοτομιέων , τοὺς δὲ ὑπερμεγάθεας ἐξ Ἐλεφαντίνης πόλιος πλόον καὶ εἴκοσι ἡμερέων ἀπεχούσης ἀπὸ Σάιος . τὸ
δὲ οὐκ ἥκιστα αὐτῶν ἀλλὰ μάλιστα θωμάζω , ἔστι τόδε · οἴκημα μουνόλιθον ἐκόμισε ἐξ Ἐλεφαντίνης πόλιος , καὶ τοῦτο ἐκόμιζον μὲν ἐπʼ ἔτεα τρία , δισχίλιοι δέ οἱ προσετετάχατο ἄνδρες ἀγωγέες , καὶ οὗτοι ἅπαντες ἦσαν κυβερνῆται . τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθεν ἐστὶ εἷς τε καὶ εἴκοσι πήχεες , εὖρος δὲ τεσσερεσκαίδεκα , ὕψος δὲ ὀκτώ . ταῦτα
μὲν τὰ μέτρα ἔξωθεν τῆς στέγης τῆς μουνολίθου ἐστί , ἀτὰρ ἔσωθεν τὸ μῆκος ὀκτωκαίδεκα πηχέων καὶ πυγόνος , τὸ , ὕψος πέντε πηχέων ἐστί . αὕτη τοῦ ἱροῦ κέεται παρὰ τὴν ἔσοδον · ἔσω
γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι · τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι , οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ , τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι . ἤδη δὲ τινὲς λέγουσι ὡς ἄνθρωπος διεφθάρη ὑπʼ αὐτῆς τῶν τις αὐτὴν μοχλευόντων , καὶ ἀπὸ τούτου οὐκ ἐσελκυσθῆναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.