Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκες ἐκ τόσου κατʼ ἔριν τὴν Ἀθηναίων περόνας ἔτι καὶ ἐς ἐμὲ ἐφόρεον μέζονας ἢ πρὸ τοῦ , τῆς δὲ ἔχθρης τῆς πρὸς Αἰγινήτας ἐξ Ἀθηναίων γενομένης ἀρχὴ κατὰ τὰ εἴρηται ἐγένετο . τότε δὲ Θηβαίων ἐπικαλεομένων , προθύμως τῶν περὶ τὰ ἀγάλματα γενομένων ἀναμιμνησκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖσι Βοιωτοῖσι .
Αἰγινῆταί τε δὴ ἐδηίουν τῆς Ἀττικῆς τὰ παραθαλάσσια , καὶ Ἀθηναίοισι ὁρμημένοισι ἐπʼ Αἰγινήτας στρατεύεσθαι ἦλθε μαντήιον ἐκ Δελφῶν , ἐπισχόντας ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα , τῷ ἑνὶ καὶ τριηκοστῷ Αἰακῷ τέμενος ἀποδέξαντας ἄρχεσθαι τοῦ πρὸς Αἰγινήτας πολέμου , καί σφι χωρήσειν τὰ βούλονται · ἢν δὲ αὐτίκα ἐπιστρατεύωνται , πολλὰ μὲν σφέας ἐν τῷ μεταξὺ τοῦ χρόνου πείσεσθαι πολλὰ δὲ καὶ ποιήσειν , τέλος μέντοι καταστρέψεσθαι . ταῦτα
ὡς ἀπενειχθέντα ἤκουσαν οἱ Ἀθηναῖοι , τῷ μὲν Αἰακῷ τέμενος ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆς ἀγορῆς ἵδρυται , τριήκοντα δὲ ἔτεα οὐκ ἀνέσχοντο ἀκούσαντες ὅκως χρεὸν εἴη ἐπισχεῖν πεπονθότας ὑπʼ Αἰγινητέων ἀνάρσια .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.