Ξέρξης δέ , ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη ὁ στρατός , ἐπεθύμησε αὐτός σφεας διεξελάσας θεήσασθαι · μετὰ δὲ ἐποίεε ταῦτα , καὶ διεξελαύνων ἐπὶ ἅρματος παρὰ ἔθνος ἓν ἕκαστον ἐπυνθάνετο . καὶ ἀπέγραφον οἱ γραμματισταί , ἕως ἐξ ἐσχάτων ἐς ἔσχατα ἀπίκετο καὶ τῆς ἵππου καὶ τοῦ πεζοῦ .
ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , τῶν νεῶν κατελκυσθεισέων ἐς θάλασσαν , ἐνθαῦτα ὁ Ξέρξης μετεκβὰς ἐκ τοῦ ἅρματος ἐς νέα Σιδωνίην ἵζετο ὑπὸ σκηνῇ χρυσέῃ καὶ παρέπλεε παρὰ τὰς πρῴρας τῶν νεῶν , ἐπειρωτῶν τε ἑκάστας ὁμοίως καὶ τὸν πεζὸν καὶ ἀπογραφόμενος . τὰς
δὲ νέας οἱ ναύαρχοι ἀναγαγόντες ὅσον τε τέσσερα πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον , τὰς πρῴρας ἐς γῆν τρέψαντες πάντες μετωπηδόν , καὶ ἐξοπλίσαντες τοὺς ἐπιβάτας ὡς ἐς πόλεμον . ὃ δʼ ἐντὸς τῶν πρωρέων πλέων ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.