τὰ μὲν δὴ χρηστήρια ταῦτα τοῖσι Ἀθηναίοισι ἐγεγόνεε . συλλεγομένων δὲ ἐς τὠυτὸ τῶν περὶ τὴν Ἑλλάδα Ἑλλήνων τῶν τὰ ἀμείνω φρονεόντων καὶ διδόντων σφίσι λόγον καὶ πίστιν , ἐνθαῦτα ἐδόκεε βουλευομένοισι αὐτοῖσι πρῶτον μὲν χρημάτων πάντων καταλλάσσεσθαι τάς τε ἔχθρας καὶ τοὺς κατʼ ἀλλήλους ἐόντας πολέμους · ἦσαν δὲ πρὸς τινὰς καὶ ἄλλους ἐγκεκρημένοι , ὁ δὲ ὦν μέγιστος Ἀθηναίοισί τε καὶ Αἰγινήτῃσι .
μετὰ δὲ πυνθανόμενοι Ξέρξην σὺν τῷ στρατῷ εἶναι ἐν Σάρδισι , ἐβουλεύσαντο κατασκόπους πέμπειν ἐς τὴν Ἀσίην τῶν βασιλέος πρηγμάτων , ἐς Ἄργος τε ἀγγέλους ὁμαιχμίην συνθησομένους πρὸς τὸν Πέρσην , καὶ ἐς Σικελίην ἄλλους πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεος ἔς τε Κέρκυραν κελεύσοντας βοηθέειν τῇ Ἑλλάδι καὶ ἐς Κρήτην ἄλλους , φρονήσαντες εἴ κως ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ συγκύψαντες τὠυτὸ πρήσσοιεν πάντες , ὡς δεινῶν ἐπιόντων ὁμοίως πᾶσι Ἕλλησι . τὰ δὲ Γέλωνος πρήγματα μεγάλα ἐλέγετο εἶναι , οὐδαμῶν Ἑλληνικῶν τῶν οὐ πολλὸν μέζω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.