φιλέλλην δὲ γενόμενος ὁ Ἄμασις ἄλλα τε ἐς Ἑλλήνων μετεξετέρους ἀπεδέξατο , καὶ δὴ καὶ τοῖσι ἀπικνευμένοισι ἐς Αἴγυπτον ἔδωκε Ναύκρατιν πόλιν ἐνοικῆσαι · τοῖσι δὲ μὴ βουλομένοισι αὐτῶν οἰκέειν , αὐτοῦ δὲ ναυτιλλομένοισι ἔδωκε χώρους ἐνιδρύσασθαι βωμοὺς καὶ τεμένεα θεοῖσι .
τὸ μέν νυν μέγιστον αὐτῶν τέμενος , καὶ ὀνομαστότατον ἐὸν καὶ χρησιμώτατον , καλεύμενον δὲ Ἑλλήνιον , αἵδε αἱ πόλιες εἰσὶ αἱ ἱδρυμέναι κοινῇ , Ἱώνων μὲν Χίος καὶ Τέως καὶ Φώκαια καὶ Κλαζομεναί , Δωριέων δὲ Ῥόδος καὶ Κνίδος καὶ Ἁλικαρνησσὸς καὶ Φάσηλις , Αἰολέων δὲ ἡ Μυτιληναίων μούνη . τουτέων
μὲν ἐστὶ τοῦτο τὸ τέμενος , καὶ προστάτας τοῦ ἐμπορίου αὗται αἱ πόλιες εἰσὶ αἱ παρέχουσαι · ὅσαι δὲ ἄλλαι πόλιες μεταποιεῦνται , οὐδέν σφι μετεὸν μεταποιεῦνται . χωρὶς δὲ Αἰγινῆται ἐπὶ ἑωυτῶν ἱδρύσαντο τέμενος Διός , καὶ ἄλλο Σάμιοι Ἥρης καὶ Μιλήσιοι Ἀπόλλωνος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.