Λακεδαιμόνιοι δὲ ὡς ἐς τὸν Ἰσθμὸν ἦλθον , ἐν τούτῳ ἐστρατοπεδεύοντο . πυνθανόμενοι δὲ ταῦτα οἱ λοιποὶ Πελοποννήσιοι τοῖσι τὰ ἀμείνω ἑάνδανε , οἳ δὲ καὶ ὁρῶντες ἐξιόντας Σπαρτιήτας , οὐκ ἐδικαίευν λείπεσθαι τῆς ἐξόδου Λακεδαιμονίων .
ἐκ δὴ ὦν τοῦ Ἰσθμοῦ καλλιερησάντων τῶν ἱρῶν ἐπορεύοντο πάντες καὶ ἀπικνέονται ἐς Ἐλευσῖνα · ποιήσαντες δὲ καὶ ἐνθαῦτα ἱρά , ὥς σφι ἐκαλλιέρεε , τὸ πρόσω ἐπορεύοντο , Ἀθηναῖοι δὲ ἅμα αὐτοῖσι , διαβάντες μὲν ἐκ Σαλαμῖνος , συμμιγέντες δὲ ἐν Ἐλευσῖνι . ὡς
δὲ ἄρα ἀπίκοντο τῆς Βοιωτίης ἐς Ἐρυθράς , ἔμαθόν τε δὴ τοὺς βαρβάρους ἐπὶ τῷ Ἀσωπῷ στρατοπεδευομένους , φρασθέντες δὲ τοῦτο ἀντετάσσοντο ἐπὶ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.