ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε . Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ · καί μιν , ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ , ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος , ἐνθεῦτεν δέ , οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα , ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας .
ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν , ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά , ἑωυτὸν διδοὺς τῷ θεῷ , οὐκ ἔξεστι τούτου ἅψασθαι . ὁ
νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπʼ ἀρχῆς · τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον , ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου , βουλόμενοι βλάπτειν αὐτόν , πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην · κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον , τῷ οὔνομα ἦν Θῶνις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.