αὗται αἱ πᾶσαι οὐδʼ εἰ ἕτεραι πρὸς ταύτῃσι προσγενόμεναι στρατηλασίαι μιῆς τῆσδε οὐκ ἄξιαι . τί γὰρ οὐκ ἤγαγε ἐκ τῆς Ἀσίης ἔθνος ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ; κοῖον δὲ πινόμενόν μιν ὕδωρ οὐκ ἐπέλιπε , πλὴν τῶν μεγάλων ποταμῶν ;
οἳ μὲν γὰρ νέας παρείχοντο , οἳ δὲ ἐς πεζὸν ἐτετάχατο , τοῖσι δὲ ἵππος προσετέτακτο , τοῖσι δὲ ἱππαγωγὰ πλοῖα ἅμα στρατευομένοισι , τοῖσι δὲ ἐς τὰς γεφύρας μακρὰς νέας παρέχειν , τοῖσι δὲ σῖτά τε καὶ νέας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.