Ἅρπαγος μὲν δὴ τὸν ἰθὺν ἔφαινε λόγον · Ἀστυάγης δὲ κρύπτων τὸν οἱ ἐνεῖχε χόλον διὰ τὸ γεγονός , πρῶτα μέν , κατά περ ἤκουσε αὐτὸς πρὸς τοῦ βουκόλου τὸ πρῆγμα , πάλιν ἀπηγέετο τῷ Ἁρπάγῳ , μετὰ δὲ ὣς οἱ ἐπαλιλλόγητο , κατέβαινε λέγων ὡς περίεστί τε ὁ παῖς καὶ τὸ γεγονὸς ἔχει καλῶς ·
τῷ τε γὰρ πεποιημένῳ ἔφη λέγων ἐς τὸν παῖδα τοῦτον ἔκαμνον μεγάλως , καὶ θυγατρὶ τῇ ἐμῇ διαβεβλημένος οὐκ ἐν ἐλαφρῷ ἐποιεύμην . ὡς ὦν τῆς τύχης εὖ μετεστεώσης , τοῦτο μὲν τὸν σεωυτοῦ παῖδα ἀπόπεμψον παρὰ τὸν παῖδα τὸν νεήλυδα , τοῦτο δὲ (σῶστρα γὰρ τοῦ παιδὸς μέλλω θύειν τοῖσι θεῶν τιμὴ αὕτη προσκέεται ) πάρισθί μοι ἐπὶ δεῖπνον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.