μεμέτρηται δὲ ταῦτα ὧδε . νηῦς ἐπίπαν μάλιστα κῃ κατανύει ἐν μακρημερίῃ ὀργυιὰς ἑπτακισμυρίας , νυκτὸς δὲ ἑξακισμυρίας . ἤδη
ὦν ἐς μὲν Φᾶσιν ἀπὸ τοῦ στόματος (τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου μακρότατον ) ἡμερέων ἐννέα πλόος ἐστὶ καὶ νυκτῶν ὀκτώ · αὗται ἕνδεκα μυριάδες καὶ ἑκατὸν ὀργυιέων γίνονται , ἐκ δὲ τῶν ὀργυιέων τουτέων στάδιοι ἑκατὸν καὶ χίλιοι καὶ μύριοι εἰσί . ἐς
δὲ Θεμισκύρην τὴν ἐπὶ Θερμώδοντι ποταμῷ ἐκ τῆς Σινδικῆς (κατὰ τοῦτο γὰρ ἐστὶ τοῦ Πόντου εὐρύτατον ) τριῶν τε ἡμερέων καὶ δύο νυκτῶν πλόος · αὗται δὲ τρεῖς μυριάδες καὶ τριήκοντα ὀργυιέων γίνονται , στάδιοι δὲ τριηκόσιοι καὶ τρισχίλιοι . ὁ μέν
νυν Πόντος οὗτος καὶ Βόσπορός τε καὶ Ἑλλήσποντος οὕτω τέ μοι μεμετρέαται καὶ κατὰ τὰ εἰρημένα πεφύκασι , παρέχεται δὲ καὶ λίμνην ὁ Πόντος οὗτος ἐκδιδοῦσαν ἐς αὐτὸν οὐ πολλῷ τεῳ ἐλάσσω ἑωυτοῦ , ἣ Μαιῆτίς τε καλέεται καὶ μήτηρ τοῦ Πόντου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.