οἱ δὲ περί τε Πάγγαιον ὄρος καὶ Δόβηρας καὶ Ἀγριᾶνας καὶ Ὀδομάντους καὶ αὐτὴν τὴν λίμνην τὴν Πρασιάδα οὐκ ἐχειρώθησαν ἀρχὴν ὑπὸ Μεγαβάζου · ἐπειρήθη δὲ καὶ τοὺς ἐν τῇ λίμνῃ κατοικημένους ἐξαιρέειν ὧδε . ἴκρια ἐπὶ σταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέσῃ ἕστηκε τῇ λίμνῃ , ἔσοδον ἐκ τῆς ἠπείρου στεινὴν ἔχοντα μιῇ γεφύρῃ .
τοὺς δὲ σταυροὺς τοὺς ὑπεστεῶτας τοῖσι ἰκρίοισι τὸ μέν κου ἀρχαῖον ἔστησαν κοινῇ πάντες οἱ πολιῆται , μετὰ δὲ νόμῳ χρεώμενοι ἱστᾶσι τοιῷδε · κομίζοντες ἐξ ὄρεος τῷ οὔνομα ἐστὶ Ὄρβηλος , κατὰ γυναῖκα ἑκάστην ὁ γαμέων τρεῖς σταυροὺς ὑπίστησι · ἄγεται δὲ ἕκαστος συχνὰς γυναῖκας . οἰκέουσι
δὲ τοιοῦτον τρόπον , κρατέων ἕκαστος ἐπὶ τῶν ἰκρίων καλύβης τε ἐν τῇ διαιτᾶται καὶ θύρης καταπακτῆς διὰ τῶν ἰκρίων κάτω φερούσης ἐς τὴν λίμνην . τὰ δὲ νήπια παιδία δέουσι τοῦ ποδὸς σπάρτῳ , μὴ κατακυλισθῇ δειμαίνοντες . τοῖσι
δὲ ἵπποισι καὶ τοῖσι ὑποζυγίοισι παρέχουσι χόρτον ἰχθῦς · τῶν δὲ πλῆθος ἐστὶ τοσοῦτο ὥστε , ὅταν τὴν θύρην τὴν καταπακτὴν ἀνακλίνῃ , κατιεῖ σχοίνῳ σπυρίδα κεινὴν ἐς τὴν λίμνην , καὶ οὐ πολλόν τινα χρόνον ἐπισχὼν ἀνασπᾷ πλήρεα ἰχθύων . τῶν δὲ ἰχθύων ἐστὶ γένεα δύο , τοὺς καλέουσι πάπρακάς τε καὶ τίλωνας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.