Νευροὶ δὲ νόμοισι μὲν χρέωνται Σκυθικοῖσι , γενεῇ δὲ μιῇ πρότερον σφέας τῆς Δαρείου στρατηλασίης κατέλαβε ἐκλιπεῖν τὴν χώρην πᾶσαν ὑπὸ ὀφίων · ὄφιας γάρ σφι πολλοὺς μὲν ἡ χώρη ἀνέφαινε , οἱ δὲ πλεῦνες ἄνωθέν σφι ἐκ τῶν ἐρήμων ἐπέπεσον , ἐς ὃ πιεζόμενοι οἴκησαν μετὰ Βουδίνων τὴν ἑωυτῶν ἐκλιπόντες . κινδυνεύουσι δὲ οἱ ἄνθρωποι οὗτοι γόητες εἶναι . λέγονται
γὰρ ὑπὸ Σκυθέων καὶ Ἑλλήνων τῶν ἐν τῇ Σκυθικῇ κατοικημένων ὡς ἔτεος ἑκάστου ἅπαξ τῶν Νευρῶν ἕκαστος λύκος γίνεται ἡμέρας ὀλίγας καὶ αὖτις ὀπίσω ἐς τὠυτὸ κατίσταται . ἐμὲ μέν νυν ταῦτα λέγοντες οὐ πείθουσι , λέγουσι δὲ οὐδὲν ἧσσον , καὶ ὀμνῦσι δὲ λέγοντες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.