οὕτω μὲν δὴ τὴν τρίτην ἐσηγάγετο γυναῖκα ὁ Ἀρίστων , τὴν δευτέρην ἀποπεμψάμενος . ἐν δέ οἱ χρόνῳ ἐλάσσονι καὶ οὐ πληρώσασα τοὺς δέκα μῆνας ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον .
καί τίς οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥς οἱ παῖς γέγονε . ὁ δὲ ἐπιστάμενός τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ δακτύλων συμβαλλόμενος τοὺς μῆνας , εἶπε ἀπομόσας οὐκ ἂν ἐμὸς εἴη . τοῦτο ἤκουσαν μὲν οἱ ἔφοροι , πρῆγμα μέντοι οὐδὲν ἐποιήσαντο τὸ παραυτίκα . ὁ δὲ παῖς ηὔξετο , καὶ τῷ Ἀρίστωνι τὸ εἰρημένον μετέμελε · παῖδα γὰρ τὸν Δημάρητον ἐς τὰ μάλιστά οἱ ἐνόμισε εἶναι . Δημάρητον
δὲ αὐτῷ οὔνομα ἔθετο διὰ τόδε · πρότερον τούτων πανδημεὶ Σπαρτιῆται Ἀρίστωνι , ὡς ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βασιλέων τῶν ἐν Σπάρτῃ γενομένων , ἀρὴν ἐποιήσαντο παῖδα γενέσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.