ταῦτα ἀκούσας Ξέρξης γελάσας ἔφη Δημάρητε , οἷον ἐφθέγξαο ἔπος , ἄνδρας χιλίους στρατιῇ τοσῇδε μαχήσεσθαι . ἄγε εἰπέ μοι · σὺ φῂς τούτων τῶν ἀνδρῶν βασιλεὺς αὐτὸς γενέσθαι · σὺ ὦν ἐθελήσεις αὐτίκα μάλα πρὸς ἄνδρας δέκα μάχεσθαι ; καίτοι εἰ τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτον οἷον σὺ διαιρέεις , σέ γε τὸν κείνων βασιλέα πρέπει πρὸς τὸ διπλήσιον ἀντιτάσσεσθαι κατὰ νόμους τοὺς ὑμετέρους .
εἰ γὰρ κείνων ἕκαστος δέκα ἀνδρῶν τῆς στρατιῆς τῆς ἐμῆς ἀντάξιος ἐστί , σὲ δέ γε δίζημαι εἴκοσι εἶναι ἀντάξιον , καὶ οὕτω μὲν ὀρθοῖτʼ ἂν ὁ λόγος ὁ παρὰ σέο λεγόμενος · εἰ δὲ τοιοῦτοί τε ἐόντες καὶ μεγάθεα τοσοῦτοι , ὅσοι σύ τε καὶ οἳ παρʼ ἐμὲ φοιτῶσι Ἑλλήνων ἐς λόγους αὐχέετε τοσοῦτον , ὅρα μὴ μάτην κόμπος ὁ λόγος οὗτος εἰρημένος ᾖ .
ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι · κῶς ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακισμύριοι , ἐόντες γε ἐλεύθεροι πάντες ὁμοίως καὶ μὴ ὑπʼ ἑνὸς ἀρχόμενοι , στρατῷ τοσῷδε ἀντιστῆναι ; ἐπεί τοι πλεῦνες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι , ἐόντων ἐκείνων πέντε χιλιάδων .
ὑπὸ μὲν γὰρ ἑνὸς ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατʼ ἄν , δειμαίνοντες τοῦτον , καὶ παρὰ τὴν ἑωυτῶν φύσιν ἀμείνονες , καὶ ἴοιεν ἀναγκαζόμενοι μάστιγι ἐς πλεῦνας ἐλάσσονες ἐόντες · ἀνειμένοι δὲ ἐς τὸ ἐλεύθερον οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα . δοκέω δὲ ἔγωγε καὶ ἀνισωθέντας πλήθεϊ χαλεπῶς ἂν Ἕλληνας Πέρσῃσι μούνοισι μάχεσθαι .
ἀλλὰ παρʼ ἡμῖν μὲν μούνοισι τοῦτο ἐστὶ τὸ σὺ λέγεις , ἔστι γε μὲν οὐ πολλὸν ἀλλὰ σπάνιον · εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι · τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.