τοῦτον τὸν Ἀρίονα λέγουσι , τὸν πολλὸν τοῦ χρόνου διατρίβοντα παρὰ Περιάνδρῳ ἐπιθυμῆσαι πλῶσαι ἐς Ἰταλίην τε καὶ Σικελίην , ἐργασάμενον δὲ χρήματα μεγάλα θελῆσαι ὀπίσω ἐς Κόρινθον ἀπικέσθαι .
ὁρμᾶσθαι μέν νυν ἐκ Τάραντος , πιστεύοντα δὲ οὐδαμοῖσι μᾶλλον ἢ Κορινθίοισι μισθώσασθαι πλοῖον ἀνδρῶν Κορινθίων . τοὺς δὲ ἐν τῷ πελάγεϊ ἐπιβουλεύειν τὸν Ἀρίονα ἐκβαλόντας ἔχειν τὰ χρήματα . τὸν δὲ συνέντα τοῦτο λίσσεσθαι , χρήματα μὲν σφι προϊέντα , ψυχὴν δὲ παραιτεόμενον . οὔκων
δὴ πείθειν αὐτὸν τούτοισι , ἀλλὰ κελεύειν τοὺς πορθμέας ἢ αὐτὸν διαχρᾶσθαί μιν , ὡς ἂν ταφῆς ἐν γῇ τύχῃ , ἢ ἐκπηδᾶν ἐς τὴν θάλασσαν τὴν ταχίστην · ἀπειληθέντα
δὴ τὸν Ἀρίονα ἐς ἀπορίην παραιτήσασθαι , ἐπειδή σφι οὕτω δοκέοι , περιιδεῖν αὐτὸν ἐν τῇ σκευῇ πάσῃ στάντα ἐν τοῖσι ἑδωλίοισι ἀεῖσαι · ἀείσας δὲ ὑπεδέκετο ἑωυτὸν κατεργάσασθαι . καὶ
τοῖσι ἐσελθεῖν γὰρ ἡδονὴν εἰ μέλλοιεν ἀκούσεσθαι τοῦ ἀρίστου ἀνθρώπων ἀοιδοῦ , ἀναχωρῆσαι ἐκ τῆς πρύμνης ἐς μέσην νέα . τὸν δὲ ἐνδύντα τε πᾶσαν τὴν σκευὴν καὶ λαβόντα τὴν κιθάρην , στάντα ἐν τοῖσι ἑδωλίοισι διεξελθεῖν νόμον τὸν ὄρθιον , τελευτῶντος δὲ τοῦ νόμου ῥῖψαί μιν ἐς τὴν θάλασσαν ἑωυτὸν ὡς εἶχε σὺν τῇ σκευῇ πάσῃ . καὶ
τοὺς μὲν ἀποπλέειν ἐς Κόρινθον , τὸν δὲ δελφῖνα λέγουσι ὑπολαβόντα ἐξενεῖκαι ἐπὶ Ταίναρον . ἀποβάντα δέ αὐτὸν χωρέειν ἐς Κόρινθον σὺν τῇ σκευῇ , καὶ ἀπικόμενον ἀπηγέεσθαι πᾶν τὸ γεγονός . Περίανδρον
δὲ ὑπὸ ἀπιστίης Ἀρίονα μὲν ἐν φυλακῇ ἔχειν οὐδαμῇ μετιέντα , ἀνακῶς δὲ ἔχειν τῶν πορθμέων . ὡς δὲ ἄρα παρεῖναι αὐτούς , κληθέντας ἱστορέεσθαι εἴ τι λέγοιεν περὶ Ἀρίονος . φαμένων δὲ ἐκείνων ὡς εἴη τε σῶς περὶ Ἰταλίην καί μιν εὖ πρήσσοντα λίποιεν ἐν Τάραντι , ἐπιφανῆναί σφι τὸν Ἀρίονα ὥσπερ ἔχων ἐξεπήδησε · καὶ τοὺς ἐκπλαγέντας οὐκ ἔχειν ἔτι ἐλεγχομένους ἀρνέεσθαι . ταῦτα
μέν νυν Κορίνθιοί τε καὶ Λέσβιοι λέγουσι , καὶ Ἀρίονος ἐστὶ ἀνάθημα χάλκεον οὐ μέγα ἐπὶ Ταινάρῳ , ἐπὶ δελφῖνος ἐπὲων ἄνθρωπος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.