Σεσώστριος δὲ τελευτήσαντος ἐκδέξασθαι ἔλεγον τὴν βασιληίην τὸν παῖδα αὐτοῦ Φερῶν , τὸν ἀποδέξασθαι μὲν οὐδεμίαν στρατηίην , συνενειχθῆναι δέ οἱ τυφλὸν γενέσθαι διὰ τοιόνδε πρῆγμα . τοῦ ποταμοῦ κατελθόντος μέγιστα δὴ τότε ἐπʼ ὀκτωκαίδεκα πήχεας , ὡς ὑπερέβαλε τὰς ἀρούρας , πνεύματος ἐμπεσόντος κυματίης ὁ ποταμὸς ἐγένετο ·
τὸν δὲ βασιλέα λέγουσι τοῦτον ἀτασθαλίῃ χρησάμενον , λαβόντα αἰχμὴν βαλεῖν ἐς μέσας τὰς δίνας τοῦ ποταμοῦ , μετὰ δὲ αὐτίκα καμόντα αὐτὸν τοὺς ὀφθαλμοὺς τυφλωθῆναι . δέκα μὲν δὴ ἔτεα εἶναί μιν τυφλόν , ἑνδεκάτῳ δὲ ἔτεϊ ἀπικέσθαι οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς ἐξήκει τέ οἱ ὁ χρόνος τῆς ζημίης καὶ ἀναβλέψει γυναικὸς οὔρῳ νιψάμενος τοὺς ὀφθαλμούς , ἥτις παρὰ τὸν ἑωυτῆς ἄνδρα μοῦνον πεφοίτηκε , ἄλλων ἀνδρῶν ἐοῦσα ἄπειρος . καὶ
τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι , μετὰ δέ , ὡς οὐκ ἀνέβλεπε , ἐπεξῆς πασέων πειρᾶσθαι · ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη , πλὴν ἢ τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε , ἐς μίαν πόλιν , ἣ νῦν καλέεται Ἐρυθρὴ βῶλος · ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι · τῆς
δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε , ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα . ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν , ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα , ὀβελοὺς δύο λιθίνους , ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου , μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν , εὖρος δὲ ὀκτὼ πηχέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.