ὁ μὲν δὴ Ἀρισταγόρης ὡς ταῦτα ἤκουσε , περιχαρὴς ἐὼν ἀπήιε ἐς Μίλητον . ὁ δὲ Ἀρταφρένης , ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀρισταγόρεω λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο , παρεσκευάσατο μὲν διηκοσίας τριήρεας , πολλὸν δὲ κάρτα ὅμιλον Περσέων τε καὶ τῶν ἄλλων συμμάχων , στρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρσην τῶν Ἀχαιμενιδέων , ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν , τοῦ Παυσανίης ὁ Κλεομβρότου Λακεδαιμόνιος , εἰ δὴ ἀληθής γε ἐστὶ ὁ λόγος , ὑστέρῳ χρόνῳ τούτων ἡρμόσατο θυγατέρα , ἔρωτα σχὼν τῆς Ἑλλάδος τύραννος γενέσθαι . ἀποδέξας δὲ Μεγαβάτην στρατηγὸν Ἀρταφρένης ἀπέστειλε τὸν στρατὸν παρὰ τὸν Ἀρισταγόρεα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.