τὸ δʼ ἱρὸν αὐτῆς ὧδε ἔχει . πλὴν τῆς ἐσόδου τὸ ἄλλο νῆσος ἐστί · ἐκ γὰρ τοῦ Νείλου διώρυχες ἐσέχουσι οὐ συμμίσγουσαι ἀλλήλῃσι , ἀλλʼ ἄχρι τῆς ἐσόδου τοῦ ἱροῦ ἑκατέρη ἐσέχει , ἣ μὲν τῇ περιρρέουσα ἣ δὲ τῇ , εὖρος ἐοῦσα ἑκατέρη ἑκατὸν ποδῶν , δένδρεσι κατάσκιος .
τὰ δὲ προπύλαια ὕψος μὲν δέκα ὀργυιέων ἐστί , τύποισι δὲ ἑξαπήχεσι ἐσκευάδαται ἀξίοισι λόγου . ἐὸν δʼ ἐν μέσῃ τῇ πόλι τὸ ἱρὸν κατορᾶται πάντοθεν περιιόντι · ἅτε γὰρ τῆς πόλιος μὲν ἐκκεχωσμένης ὑψοῦ , τοῦ δʼ ἱροῦ οὐ κεκινημένου ὡς ἀρχῆθεν ἐποιήθη , ἔσοπτον ἐστί . περιθέει
δὲ αὐτὸ αἱμασιὴ ἐγγεγλυμμένη τύποισι , ἔστι δὲ ἔσωθεν ἄλσος δενδρέων μεγίστων πεφυτευμένον περὶ νηὸν μέγαν , ἐν τῷ δὴ τὤγαλμα ἔνι · εὖρος δὲ καὶ μῆκος τοῦ ἱροῦ πάντῃ σταδίου ἐστί . κατὰ
μὲν δὴ τὴν ἔσοδον ἐστρωμένη ἐστὶ ὁδὸς λίθου ἐπὶ σταδίους τρεῖς μάλιστά κῃ , διὰ τῆς ἀγορῆς φέρουσα ἐς τὸ πρὸς ἠῶ , εὖρος δὲ ὡς τεσσέρων πλέθρων · τῇ δὲ καὶ τῇ τῆς ὁδοῦ δένδρεα οὐρανομήκεα πέφυκε · φέρει δὲ ἐς Ἑρμέω ἱρόν . τὸ μὲν δὴ ἱρὸν τοῦτο οὕτω ἔχει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.